Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 9

1 ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει ἴδετε φω̃ς μέγα οἱ κατοικου̃ντες ἐν χώρα̨ καὶ σκια̨̃ θανάτου φω̃ς λάμψει ἐφ' ὑμα̃ς
2 τὸ πλει̃στον του̃ λαου̃ ὃ κατήγαγες ἐν εὐφροσύνη̨ σου καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτω̨ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκυ̃λα
3 διότι ἀφή̨ρηται ὁ ζυγὸς ὁ ἐπ' αὐτω̃ν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ του̃ τραχήλου αὐτω̃ν τὴν γὰρ ῥάβδον τω̃ν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τη̨̃ ἡμέρα̨ τη̨̃ ἐπὶ Μαδιαμ
4 ὅτι πα̃σαν στολὴν ἐπισυνηγμένην δόλω̨ καὶ ἱμάτιον μετὰ καταλλαγη̃ς ἀποτείσουσιν καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι
5 ὅτι παιδίον ἐγεννήθη ἡμι̃ν υἱὸς καὶ ἐδόθη ἡμι̃ν οὑ̃ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ του̃ ὤμου αὐτου̃ καὶ καλει̃ται τὸ ὄνομα αὐτου̃ μεγάλης βουλη̃ς ἄγγελος ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγίειαν αὐτω̨̃
6 μεγάλη ἡ ἀρχὴ αὐτου̃ καὶ τη̃ς εἰρήνης αὐτου̃ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτου̃ κατορθω̃σαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτη̃ς ἐν δικαιοσύνη̨ καὶ ἐν κρίματι ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να χρόνον ὁ ζη̃λος κυρίου σαβαωθ ποιήσει ταυ̃τα
7 θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ καὶ ἠ̃λθεν ἐπὶ Ισραηλ
8 καὶ γνώσονται πα̃ς ὁ λαὸς του̃ Εφραιμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρεία̨ ἐφ' ὕβρει καὶ ὑψηλη̨̃ καρδία̨ λέγοντες
9 πλίνθοι πεπτώκασιν ἀλλὰ δευ̃τε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοι̃ς πύργον
10 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ' ὄρος Σιων ἐπ' αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτω̃ν διασκεδάσει
11 Συρίαν ἀφ' ἡλίου ἀνατολω̃ν καὶ τοὺς 'Έλληνας ἀφ' ἡλίου δυσμω̃ν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλω̨ τω̨̃ στόματι ἐπὶ τούτοις πα̃σιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή
12 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν
13 καὶ ἀφει̃λεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν μέγαν καὶ μικρὸν ἐν μια̨̃ ἡμέρα̨
14 πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας αὕτη ἡ ἀρχή καὶ προφήτην διδάσκοντα ἄνομα οὑ̃τος ἡ οὐρά
15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν του̃τον πλανω̃ντες καὶ πλανω̃σιν ὅπως καταπίωσιν αὐτούς
16 διὰ του̃το ἐπὶ τοὺς νεανίσκους αὐτω̃ν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτω̃ν καὶ τὰς χήρας αὐτω̃ν οὐκ ἐλεήσει ὅτι πάντες ἄνομοι καὶ πονηροί καὶ πα̃ν στόμα λαλει̃ ἄδικα ἐπὶ πα̃σιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή
17 καὶ καυθήσεται ὡς πυ̃ρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός καὶ καυθήσεται ἐν τοι̃ς δάσεσι του̃ δρυμου̃ καὶ συγκαταφάγεται τὰ κύκλω̨ τω̃ν βουνω̃ν πάντα
18 διὰ θυμὸν ὀργη̃ς κυρίου συγκέκαυται ἡ γη̃ ὅλη καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος τὸν ἀδελφὸν αὐτου̃ οὐκ ἐλεήσει
19 ἀλλὰ ἐκκλινει̃ εἰς τὰ δεξιά ὅτι πεινάσει καὶ φάγεται ἐκ τω̃ν ἀριστερω̃ν καὶ οὐ μὴ ἐμπλησθη̨̃ ἄνθρωπος ἔσθων τὰς σάρκας του̃ βραχίονος αὐτου̃
20 φάγεται γὰρ Μανασση του̃ Εφραιμ καὶ Εφραιμ του̃ Μανασση ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν ἐπὶ τούτοις πα̃σιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).