ΙΟΥΔΉΘ,
κεφαλίς 9
1 Ιουδιθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτη̃ς καὶ ἐγύμνωσεν ὃν ἐνεδεδύκει σάκκον καὶ ἠ̃ν ἄρτι προσφερόμενον ἐν Ιερουσαλημ εἰς τὸν οἰ̃κον του̃ θεου̃ τὸ θυμίαμα τη̃ς ἑσπέρας ἐκείνης καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδιθ πρὸς κύριον καὶ εἰ̃πεν |
2 κύριε ὁ θεὸς του̃ πατρός μου Συμεων ὡ̨̃ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενω̃ν οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος εἰ̃πας γάρ οὐχ οὕτως ἔσται καὶ ἐποίησαν |
3 ἀνθ' ὡ̃ν ἔδωκας ἄρχοντας αὐτω̃ν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτω̃ν ἣ ἠ̨δέσατο τὴν ἀπάτην αὐτω̃ν ἀπατηθει̃σαν εἰς αἱ̃μα καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτω̃ν |
4 καὶ ἔδωκας γυναι̃κας αὐτω̃ν εἰς προνομὴν καὶ θυγατέρας αὐτω̃ν εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκυ̃λα αὐτω̃ν εἰς διαίρεσιν υἱω̃ν ἠγαπημένων ὑπὸ σου̃ οἳ καὶ ἐζήλωσαν τὸν ζη̃λόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτω̃ν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν ὁ θεὸς ὁ θεὸς ὁ ἐμός καὶ εἰσάκουσον ἐμου̃ τη̃ς χήρας |
5 σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκει̃να καὶ τὰ μετέπειτα καὶ τὰ νυ̃ν καὶ τὰ ἐπερχόμενα διενοήθης καὶ ἐγενήθησαν ἃ ἐνενοήθης |
6 καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἰ̃παν ἰδοὺ πάρεσμεν πα̃σαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι καὶ ἡ κρίσις σου ἐν προγνώσει |
7 ἰδοὺ γὰρ 'Ασσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτω̃ν ὑψώθησαν ἐφ' ἵππω̨ καὶ ἀναβάτη̨ ἐγαυρίασαν ἐν βραχίονι πεζω̃ν ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαίσω̨ καὶ τόξω̨ καὶ σφενδόνη̨ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἰ̃ κύριος συντρίβων πολέμους |
8 κύριος ὄνομά σοι σὺ ῥάξον αὐτω̃ν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτω̃ν ἐν τω̨̃ θυμω̨̃ σου ἐβουλεύσαντο γὰρ βεβηλω̃σαι τὰ ἅγιά σου μια̃ναι τὸ σκήνωμα τη̃ς καταπαύσεως του̃ ὀνόματος τη̃ς δόξης σου καταβαλει̃ν σιδήρω̨ κέρας θυσιαστηρίου σου |
9 βλέψον εἰς ὑπερηφανίαν αὐτω̃ν ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτω̃ν δὸς ἐν χειρί μου τη̃ς χήρας ὃ διενοήθην κράτος |
10 πάταξον δου̃λον ἐκ χειλέων ἀπάτης μου ἐπ' ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτου̃ θραυ̃σον αὐτω̃ν τὸ ἀνάστεμα ἐν χειρὶ θηλείας |
11 οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν ἀλλὰ ταπεινω̃ν εἰ̃ θεός ἐλαττόνων εἰ̃ βοηθός ἀντιλήμπτωρ ἀσθενούντων ἀπεγνωσμένων σκεπαστής ἀπηλπισμένων σωτήρ |
12 ναὶ ναὶ ὁ θεὸς του̃ πατρός μου καὶ θεὸς κληρονομίας Ισραηλ δέσποτα τω̃ν οὐρανω̃ν καὶ τη̃ς γη̃ς κτίστα τω̃ν ὑδάτων βασιλευ̃ πάσης κτίσεώς σου σὺ εἰσάκουσον τη̃ς δεήσεώς μου |
13 καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραυ̃μα καὶ μώλωπα αὐτω̃ν οἳ κατὰ τη̃ς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφη̃ς Σιων καὶ οἴκου κατασχέσεως υἱω̃ν σου ἐβουλεύσαντο σκληρά |
14 καὶ ποίησον ἐπὶ παντὸς ἔθνους σου καὶ πάσης φυλη̃ς ἐπίγνωσιν του̃ εἰδη̃σαι ὅτι σὺ εἰ̃ ὁ θεὸς θεὸς πάσης δυνάμεως καὶ κράτους καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων του̃ γένους Ισραηλ εἰ μὴ σύ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.