|
2 τη̨̃ Αἰγύπτω̨ ἐπὶ δύναμιν Φαραω Νεχαω βασιλέως Αἰγύπτου ὃς ἠ̃ν ἐπὶ τω̨̃ ποταμω̨̃ Εὐφράτη̨ ἐν Χαρχαμις ὃν ἐπάταξε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ Ιωακιμ βασιλέως Ιουδα |
3 ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον |
4 ἐπισάξατε τοὺς ἵππους ἐπίβητε οἱ ἱππει̃ς καὶ κατάστητε ἐν ται̃ς περικεφαλαίαις ὑμω̃ν προβάλετε τὰ δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμω̃ν |
5 τί ὅτι αὐτοὶ πτοου̃νται καὶ ἀποχωρου̃σιν ὀπίσω διότι οἱ ἰσχυροὶ αὐτω̃ν κοπήσονται φυγη̨̃ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν λέγει κύριος |
6 μὴ φευγέτω ὁ κου̃φος καὶ μὴ ἀνασω̨ζέσθω ὁ ἰσχυρός ἐπὶ βορρα̃ν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν πεπτώκασιν |
7 τίς οὑ̃τος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ |
8 ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἰ̃πεν ἀναβήσομαι καὶ κατακαλύψω γη̃ν καὶ ἀπολω̃ κατοικου̃ντας ἐν αὐτη̨̃ |
9 ἐπίβητε ἐπὶ τοὺς ἵππους παρασκευάσατε τὰ ἅρματα ἐξέλθατε οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις καὶ Λυδοί ἀνάβητε ἐντείνατε τόξον |
10 καὶ ἡ ἡμέρα ἐκείνη κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἡμέρα ἐκδικήσεως του̃ ἐκδικη̃σαι τοὺς ἐχθροὺς αὐτου̃ καὶ καταφάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ του̃ αἵματος αὐτω̃ν ὅτι θυσία τω̨̃ κυρίω̨ σαβαωθ ἀπὸ γη̃ς βορρα̃ ἐπὶ ποταμω̨̃ Εὐφράτη̨ |
11 ἀνάβηθι Γαλααδ καὶ λαβὲ ῥητίνην τη̨̃ παρθένω̨ θυγατρὶ Αἰγύπτου εἰς κενὸν ἐπλήθυνας ἰάματά σου ὠφέλεια οὐκ ἔστιν σοί |
12 ἤκουσαν ἔθνη φωνήν σου καὶ τη̃ς κραυγη̃ς σου ἐπλήσθη ἡ γη̃ ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησεν ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι |
13 ἃ ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου του̃ ἐλθει̃ν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλω̃νος του̃ κόψαι τὴν γη̃ν Αἰγύπτου |
14 ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν εἴπατε ἐπίστηθι καὶ ἑτοίμασον ὅτι κατέφαγεν μάχαιρα τὴν σμίλακά σου |
15 διὰ τί ἔφυγεν ὁ 'Α̃πις ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν ὅτι κύριος παρέλυσεν αὐτόν |
16 καὶ τὸ πλη̃θός σου ἠσθένησεν καὶ ἔπεσεν καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἐλάλει ἀναστω̃μεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμω̃ν εἰς τὴν πατρίδα ἡμω̃ν ἀπὸ προσώπου μαχαίρας 'Ελληνικη̃ς |
17 καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων-εσβι-εμωηδ |
18 ζω̃ ἐγώ λέγει κύριος ὁ θεός ὅτι ὡς τὸ 'Ιταβύριον ἐν τοι̃ς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ἐν τη̨̃ θαλάσση̨ ἥξει |
19 σκεύη ἀποικισμου̃ ποίησον σεαυτη̨̃ κατοικου̃σα θύγατερ Αἰγύπτου ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικου̃ντας ἐν αὐτη̨̃ |
20 δάμαλις κεκαλλωπισμένη Αἴγυπτος ἀπόσπασμα ἀπὸ βορρα̃ ἠ̃λθεν ἐπ' αὐτήν |
21 καὶ οἱ μισθωτοὶ αὐτη̃ς ἐν αὐτη̨̃ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτη̨̃ διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν οὐκ ἔστησαν ὅτι ἡμέρα ἀπωλείας ἠ̃λθεν ἐπ' αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτω̃ν |
22 φωνὴ ὡς ὄφεως συρίζοντος ὅτι ἐν ἄμμω̨ πορεύσονται ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν ὡς κόπτοντες ξύλα |
23 ἐκκόψουσιν τὸν δρυμὸν αὐτη̃ς λέγει κύριος ὁ θεός ὅτι οὐ μὴ εἰκασθη̨̃ ὅτι πληθύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοι̃ς ἀριθμός |
24 κατη̨σχύνθη θυγάτηρ Αἰγύπτου παρεδόθη εἰς χει̃ρας λαου̃ ἀπὸ βορρα̃ |
25 ἰδοὺ ἐγὼ ἐκδικω̃ τὸν Αμων τὸν υἱὸν αὐτη̃ς ἐπὶ Φαραω καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ' αὐτω̨̃ |
|
27 σὺ δὲ μὴ φοβηθη̨̃ς δου̃λός μου Ιακωβ μηδὲ πτοηθη̨̃ς Ισραηλ διότι ἰδοὺ ἐγὼ σώ̨ζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τη̃ς αἰχμαλωσίας αὐτω̃ν καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει καὶ οὐκ ἔσται ὁ παρενοχλω̃ν αὐτόν |
28 μὴ φοβου̃ παι̃ς μου Ιακωβ λέγει κύριος ὅτι μετὰ σου̃ ἐγώ εἰμι ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει εἰς οὓς ἐξω̃σά σε ἐκει̃ σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπει̃ν καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθω̨̃ον οὐκ ἀθω̨ώσω σε |