1 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλω̃να καὶ ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα |
2 καὶ ἐξαποστελω̃ εἰς Βαβυλω̃να ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανου̃νται τὴν γη̃ν αὐτη̃ς οὐαὶ ἐπὶ Βαβυλω̃να κυκλόθεν ἐν ἡμέρα̨ κακώσεως αὐτη̃ς |
3 ἐπ' αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτου̃ καὶ περιθέσθω ὡ̨̃ ἐστιν ὅπλα αὐτω̨̃ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτη̃ς καὶ ἀφανίσατε πα̃σαν τὴν δύναμιν αὐτη̃ς |
4 καὶ πεσου̃νται τραυματίαι ἐν γη̨̃ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτη̃ς |
5 διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεου̃ αὐτω̃ν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γη̃ αὐτω̃ν ἐπλήσθη ἀδικίας ἀπὸ τω̃ν ἁγίων Ισραηλ |
6 φεύγετε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀνασώ̨ζετε ἕκαστος τὴν ψυχὴν αὐτου̃ καὶ μὴ ἀπορριφη̃τε ἐν τη̨̃ ἀδικία̨ αὐτη̃ς ὅτι καιρὸς ἐκδικήσεως αὐτη̃ς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτη̨̃ |
7 ποτήριον χρυσου̃ν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πα̃σαν τὴν γη̃ν ἀπὸ του̃ οἴνου αὐτη̃ς ἐπίοσαν ἔθνη διὰ του̃το ἐσαλεύθησαν |
8 καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνει̃τε αὐτήν λάβετε ῥητίνην τη̨̃ διαφθορα̨̃ αὐτη̃ς εἴ πως ἰαθήσεται |
9 ἰατρεύσαμεν τὴν Βαβυλω̃να καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γη̃ν αὐτου̃ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτη̃ς ἐξη̃ρεν ἕως τω̃ν ἄστρων |
10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτου̃ δευ̃τε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεου̃ ἡμω̃ν |
11 παρασκευάζετε τὰ τοξεύματα πληρου̃τε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνευ̃μα βασιλέως Μήδων ὅτι εἰς Βαβυλω̃να ἡ ὀργὴ αὐτου̃ του̃ ἐξολεθρευ̃σαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαου̃ αὐτου̃ ἐστιν |
12 ἐπὶ τειχέων Βαβυλω̃νος ἄρατε σημει̃ον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικου̃ντας Βαβυλω̃να |
13 κατασκηνου̃ντας ἐφ' ὕδασι πολλοι̃ς καὶ ἐπὶ πλήθει θησαυρω̃ν αὐτη̃ς ἥκει τὸ πέρας σου ἀληθω̃ς εἰς τὰ σπλάγχα σου |
14 ὅτι ὤμοσεν κύριος κατὰ του̃ βραχίονος αὐτου̃ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες |
15 ποιω̃ν γη̃ν ἐν τη̨̃ ἰσχύι αὐτου̃ ἑτοιμάζων οἰκουμένην ἐν τη̨̃ σοφία̨ αὐτου̃ ἐν τη̨̃ συνέσει αὐτου̃ ἐξέτεινεν τὸν οὐρανόν |
16 εἰς φωνὴν ἔθετο ἠ̃χος ὕδατος ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἀνήγαγεν νεφέλας ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φω̃ς ἐκ θησαυρω̃ν αὐτου̃ |
17 ἐμωράνθη πα̃ς ἄνθρωπος ἀπὸ γνώσεως κατη̨σχύνθη πα̃ς χρυσοχόος ἀπὸ τω̃ν γλυπτω̃ν αὐτου̃ ὅτι ψευδη̃ ἐχώνευσαν οὐκ ἔστιν πνευ̃μα ἐν αὐτοι̃ς |
18 μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρω̨̃ ἐπισκέψεως αὐτω̃ν ἀπολου̃νται |
19 οὐ τοιαύτη μερὶς τω̨̃ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτου̃ κύριος ὄνομα αὐτω̨̃ |
20 διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιω̃ ἐν σοὶ ἔθνη καὶ ἐξαρω̃ ἐκ σου̃ βασιλει̃ς |
21 καὶ διασκορπιω̃ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτω̃ν |
22 καὶ διασκορπιω̃ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιω̃ ἐν σοὶ ἄνδρα καὶ γυναι̃κα |
23 καὶ διασκορπιω̃ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου |
24 καὶ ἀνταποδώσω τη̨̃ Βαβυλω̃νι καὶ πα̃σι τοι̃ς κατοικου̃σι Χαλδαίοις πάσας τὰς κακίας αὐτω̃ν ἃς ἐποίησαν ἐπὶ Σιων κατ' ὀφθαλμοὺς ὑμω̃ν λέγει κύριος |
25 ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθει̃ρον πα̃σαν τὴν γη̃ν καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ κατακυλιω̃ σε ἀπὸ τω̃ν πετρω̃ν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον |
26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σου̃ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰω̃να ἔση̨ λέγει κύριος |
27 ἄρατε σημει̃ον ἐπὶ τη̃ς γη̃ς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη παραγγείλατε ἐπ' αὐτὴν βασιλείαις Αραρατ παρ' ἐμου̃ καὶ τοι̃ς Ασχαναζαίοις ἐπιστήσατε ἐπ' αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ' αὐτὴν ἵππον ὡς ἀκρίδων πλη̃θος |
28 ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη τὸν βασιλέα τω̃ν Μήδων καὶ πάσης τη̃ς γη̃ς τοὺς ἡγουμένους αὐτου̃ καὶ πάντας τοὺς στρατηγοὺς αὐτου̃ |
29 ἐσείσθη ἡ γη̃ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλω̃να λογισμὸς κυρίου του̃ θει̃ναι τὴν γη̃ν Βαβυλω̃νος εἰς ἀφανισμὸν καὶ μὴ κατοικει̃σθαι αὐτήν |
30 ἐξέλιπεν μαχητὴς Βαβυλω̃νος του̃ πολεμει̃ν καθήσονται ἐκει̃ ἐν περιοχη̨̃ ἐθραύσθη ἡ δυναστεία αὐτω̃ν ἐγενήθησαν ὡσεὶ γυναι̃κες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτη̃ς συνετρίβησαν οἱ μοχλοὶ αὐτη̃ς |
31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος του̃ ἀναγγει̃λαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος ὅτι ἑάλωκεν ἡ πόλις αὐτου̃ |
32 ἀπ' ἐσχάτου τω̃ν διαβάσεων αὐτου̃ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτω̃ν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτου̃ οἱ πολεμισταὶ ἐξέρχονται |
33 διότι τάδε λέγει κύριος οἰ̃κοι βασιλέως Βαβυλω̃νος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτη̃ς |
34 κατέφαγέν με ἐμερίσατό με κατέλαβέν με σκευ̃ος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος κατέπιέν με ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτου̃ ἀπὸ τη̃ς τρυφη̃ς μου ἐξω̃σέν με |
35 οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλω̃να ἐρει̃ κατοικου̃σα Σιων καὶ τὸ αἱ̃μά μου ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἐρει̃ Ιερουσαλημ |
36 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινω̃ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτη̃ς καὶ ξηρανω̃ τὴν πηγὴν αὐτη̃ς |
37 καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται |
38 ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων |
39 ἐν τη̨̃ θερμασία̨ αὐτω̃ν δώσω πότημα αὐτοι̃ς καὶ μεθύσω αὐτούς ὅπως καρωθω̃σιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθω̃σι λέγει κύριος |
40 καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ' ἐρίφων |
41 πω̃ς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τη̃ς γη̃ς πω̃ς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοι̃ς ἔθνεσιν |
42 ἀνέβη ἐπὶ Βαβυλω̃να ἡ θάλασσα ἐν ἤχω̨ κυμάτων αὐτη̃ς καὶ κατεκαλύφθη |
43 ἐγενήθησαν αἱ πόλεις αὐτη̃ς γη̃ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτη̨̃ οὐδὲ εἱ̃ς οὐδὲ μὴ καταλύση̨ ἐν αὐτη̨̃ υἱὸς ἀνθρώπου |
44 καὶ ἐκδικήσω ἐπὶ Βαβυλω̃να καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ του̃ στόματος αὐτη̃ς καὶ οὐ μὴ συναχθω̃σιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη |
|
|
|
|
49 καὶ ἐν Βαβυλω̃νι πεσου̃νται τραυματίαι πάσης τη̃ς γη̃ς |
50 ἀνασω̨ζόμενοι ἐκ γη̃ς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε του̃ κυρίου καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμω̃ν |
51 ἠ̨σχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμω̃ν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμω̃ν εἰση̃λθον ἀλλογενει̃ς εἰς τὰ ἅγια ἡμω̃ν εἰς οἰ̃κον κυρίου |
52 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτη̃ς καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτη̃ς πεσου̃νται τραυματίαι |
53 ὅτι ἐὰν ἀναβη̨̃ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώση̨ ὕψος ἰσχύος αὐτη̃ς παρ' ἐμου̃ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν λέγει κύριος |
54 φωνὴ κραυγη̃ς ἐν Βαβυλω̃νι καὶ συντριβὴ μεγάλη ἐν γη̨̃ Χαλδαίων |
55 ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλω̃να καὶ ἀπώλεσεν ἀπ' αὐτη̃ς φωνὴν μεγάλην ἠχου̃σαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτη̃ς |
56 ὅτι ἠ̃λθεν ἐπὶ Βαβυλω̃να ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτη̃ς ἐπτόηται τὸ τόξον αὐτω̃ν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοι̃ς κύριος ἀνταποδίδωσιν αὐτη̨̃ τὴν ἀνταπόδοσιν |
57 καὶ μεθύσει μέθη̨ τοὺς ἡγεμόνας αὐτη̃ς καὶ τοὺς σοφοὺς αὐτη̃ς καὶ τοὺς στρατηγοὺς αὐτη̃ς λέγει ὁ βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃ |
58 τάδε λέγει κύριος τει̃χος Βαβυλω̃νος ἐπλατύνθη κατασκαπτόμενον κατασκαφήσεται καὶ αἱ πύλαι αὐτη̃ς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν καὶ ἔθνη ἐν ἀρχη̨̃ ἐκλείψουσιν |
59 ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τω̨̃ προφήτη̨ εἰπει̃ν τω̨̃ Σαραια υἱω̨̃ Νηριου υἱου̃ Μαασαιου ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλω̃να ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ τη̃ς βασιλείας αὐτου̃ καὶ Σαραιας ἄρχων δώρων |
60 καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά ἃ ἥξει ἐπὶ Βαβυλω̃να ἐν βιβλίω̨ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλω̃να |
61 καὶ εἰ̃πεν Ιερεμιας πρὸς Σαραιαν ὅταν ἔλθη̨ς εἰς Βαβυλω̃να καὶ ὄψη̨ καὶ ἀναγνώση̨ πάντας τοὺς λόγους τούτους |
62 καὶ ἐρει̃ς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον του̃τον του̃ ἐξολεθρευ̃σαι αὐτὸν καὶ του̃ μὴ εἰ̃ναι ἐν αὐτω̨̃ κατοικου̃ντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰω̃να ἔσται |
63 καὶ ἔσται ὅταν παύση̨ του̃ ἀναγινώσκειν τὸ βιβλίον του̃το καὶ ἐπιδήσεις ἐπ' αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον του̃ Εὐφράτου |
64 καὶ ἐρει̃ς οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστη̨̃ ἀπὸ προσώπου τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ ἐπάγω ἐπ' αὐτήν |