Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 3

ἐὰν ἐξαποστείλη̨ ἀνὴρ τὴν γυναι̃κα αὐτου̃ καὶ ἀπέλθη̨ ἀπ' αὐτου̃ καὶ γένηται ἀνδρὶ ἑτέρω̨ μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοι̃ς καὶ ἀνέκαμπτες πρός με λέγει κύριος
ἀ̃ρον εἰς εὐθει̃αν τοὺς ὀφθαλμούς σου καὶ ἰδέ που̃ οὐχὶ ἐξεφύρθης ἐπὶ ται̃ς ὁδοι̃ς ἐκάθισας αὐτοι̃ς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γη̃ν ἐν ται̃ς πορνείαις σου καὶ ἐν ται̃ς κακίαις σου
καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτη̨̃ ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάντας
οὐχ ὡς οἰ̃κόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τη̃ς παρθενίας σου
μὴ διαμενει̃ εἰς τὸν αἰω̃να ἢ διαφυλαχθήσεται εἰς νει̃κος ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταυ̃τα καὶ ἠδυνάσθης
καὶ εἰ̃πεν κύριος πρός με ἐν ται̃ς ἡμέραις Ιωσια του̃ βασιλέως εἰ̃δες ἃ ἐποίησέν μοι ἡ κατοικία του̃ Ισραηλ ἐπορεύθησαν ἐπὶ πα̃ν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκει̃
καὶ εἰ̃πα μετὰ τὸ πορνευ̃σαι αὐτὴν ταυ̃τα πάντα πρός με ἀνάστρεψον καὶ οὐκ ἀνέστρεψεν καὶ εἰ̃δεν τὴν ἀσυνθεσίαν αὐτη̃ς ἡ ἀσύνθετος Ιουδα
καὶ εἰ̃δον διότι περὶ πάντων ὡ̃ν κατελήμφθη ἐν οἱ̃ς ἐμοιχα̃το ἡ κατοικία του̃ Ισραηλ καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτη̨̃ βιβλίον ἀποστασίου εἰς τὰς χει̃ρας αὐτη̃ς καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ιουδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή
καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτη̃ς καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον
10 καὶ ἐν πα̃σιν τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ιουδα ἐξ ὅλης τη̃ς καρδίας αὐτη̃ς ἀλλ' ἐπὶ ψεύδει
11 καὶ εἰ̃πεν κύριος πρός με ἐδικαίωσεν τὴν ψυχὴν αὐτου̃ Ισραηλ ἀπὸ τη̃ς ἀσυνθέτου Ιουδα
12 πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρα̃ν καὶ ἐρει̃ς ἐπιστράφητι πρός με ἡ κατοικία του̃ Ισραηλ λέγει κύριος καὶ οὐ στηριω̃ τὸ πρόσωπόν μου ἐφ' ὑμα̃ς ὅτι ἐλεήμων ἐγώ εἰμι λέγει κύριος καὶ οὐ μηνιω̃ ὑμι̃ν εἰς τὸν αἰω̃να
13 πλὴν γνω̃θι τὴν ἀδικίαν σου ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους τη̃ς δὲ φωνη̃ς μου οὐχ ὑπήκουσας λέγει κύριος
14 ἐπιστράφητε υἱοὶ ἀφεστηκότες λέγει κύριος διότι ἐγὼ κατακυριεύσω ὑμω̃ν καὶ λήμψομαι ὑμα̃ς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατρια̃ς καὶ εἰσάξω ὑμα̃ς εἰς Σιων
15 καὶ δώσω ὑμι̃ν ποιμένας κατὰ τὴν καρδίαν μου καὶ ποιμανου̃σιν ὑμα̃ς ποιμαίνοντες μετ' ἐπιστήμης
16 καὶ ἔσται ἐὰν πληθυνθη̃τε καὶ αὐξηθη̃τε ἐπὶ τη̃ς γη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐρου̃σιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι
17 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τω̃ν ἐνθυμημάτων τη̃ς καρδίας αὐτω̃ν τη̃ς πονηρα̃ς
18 ἐν ται̃ς ἡμέραις ἐκείναις συνελεύσονται οἰ̃κος Ιουδα ἐπὶ τὸν οἰ̃κον του̃ Ισραηλ καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γη̃ς βορρα̃ καὶ ἀπὸ πασω̃ν τω̃ν χωρω̃ν ἐπὶ τὴν γη̃ν ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτω̃ν
19 καὶ ἐγὼ εἰ̃πα γένοιτο κύριε ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γη̃ν ἐκλεκτὴν κληρονομίαν θεου̃ παντοκράτορος ἐθνω̃ν καὶ εἰ̃πα πατέρα καλέσετέ με καὶ ἀπ' ἐμου̃ οὐκ ἀποστραφήσεσθε
20 πλὴν ὡς ἀθετει̃ γυνὴ εἰς τὸν συνόντα αὐτη̨̃ οὕτως ἠθέτησεν εἰς ἐμὲ οἰ̃κος Ισραηλ λέγει κύριος
21 φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμου̃ καὶ δεήσεως υἱω̃ν Ισραηλ ὅτι ἠδίκησαν ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἐπελάθοντο θεου̃ ἁγίου αὐτω̃ν
22 ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες καὶ ἰάσομαι τὰ συντρίμματα ὑμω̃ν ἰδοὺ δου̃λοι ἡμει̃ς ἐσόμεθά σοι ὅτι σὺ κύριος ὁ θεὸς ἡμω̃ν εἰ̃
23 ὄντως εἰς ψευ̃δος ἠ̃σαν οἱ βουνοὶ καὶ ἡ δύναμις τω̃ν ὀρέων πλὴν διὰ κυρίου θεου̃ ἡμω̃ν ἡ σωτηρία του̃ Ισραηλ
24 ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τω̃ν πατέρων ἡμω̃ν ἀπὸ νεότητος ἡμω̃ν τὰ πρόβατα αὐτω̃ν καὶ τοὺς μόσχους αὐτω̃ν καὶ τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν
25 ἐκοιμήθημεν ἐν τη̨̃ αἰσχύνη̨ ἡμω̃ν καὶ ἐπεκάλυψεν ἡμα̃ς ἡ ἀτιμία ἡμω̃ν διότι ἔναντι του̃ θεου̃ ἡμω̃ν ἡμάρτομεν ἡμει̃ς καὶ οἱ πατέρες ἡμω̃ν ἀπὸ νεότητος ἡμω̃ν ἕως τη̃ς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 4
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).