ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 3,
στἰχοι 14-25
14 ἐπιστράφητε υἱοὶ ἀφεστηκότες λέγει κύριος διότι ἐγὼ κατακυριεύσω ὑμω̃ν καὶ λήμψομαι ὑμα̃ς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατρια̃ς καὶ εἰσάξω ὑμα̃ς εἰς Σιων |
15 καὶ δώσω ὑμι̃ν ποιμένας κατὰ τὴν καρδίαν μου καὶ ποιμανου̃σιν ὑμα̃ς ποιμαίνοντες μετ' ἐπιστήμης |
16 καὶ ἔσται ἐὰν πληθυνθη̃τε καὶ αὐξηθη̃τε ἐπὶ τη̃ς γη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐρου̃σιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι |
17 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τω̃ν ἐνθυμημάτων τη̃ς καρδίας αὐτω̃ν τη̃ς πονηρα̃ς |
18 ἐν ται̃ς ἡμέραις ἐκείναις συνελεύσονται οἰ̃κος Ιουδα ἐπὶ τὸν οἰ̃κον του̃ Ισραηλ καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γη̃ς βορρα̃ καὶ ἀπὸ πασω̃ν τω̃ν χωρω̃ν ἐπὶ τὴν γη̃ν ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτω̃ν |
19 καὶ ἐγὼ εἰ̃πα γένοιτο κύριε ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γη̃ν ἐκλεκτὴν κληρονομίαν θεου̃ παντοκράτορος ἐθνω̃ν καὶ εἰ̃πα πατέρα καλέσετέ με καὶ ἀπ' ἐμου̃ οὐκ ἀποστραφήσεσθε |
20 πλὴν ὡς ἀθετει̃ γυνὴ εἰς τὸν συνόντα αὐτη̨̃ οὕτως ἠθέτησεν εἰς ἐμὲ οἰ̃κος Ισραηλ λέγει κύριος |
21 φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμου̃ καὶ δεήσεως υἱω̃ν Ισραηλ ὅτι ἠδίκησαν ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἐπελάθοντο θεου̃ ἁγίου αὐτω̃ν |
22 ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες καὶ ἰάσομαι τὰ συντρίμματα ὑμω̃ν ἰδοὺ δου̃λοι ἡμει̃ς ἐσόμεθά σοι ὅτι σὺ κύριος ὁ θεὸς ἡμω̃ν εἰ̃ |
23 ὄντως εἰς ψευ̃δος ἠ̃σαν οἱ βουνοὶ καὶ ἡ δύναμις τω̃ν ὀρέων πλὴν διὰ κυρίου θεου̃ ἡμω̃ν ἡ σωτηρία του̃ Ισραηλ |
24 ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τω̃ν πατέρων ἡμω̃ν ἀπὸ νεότητος ἡμω̃ν τὰ πρόβατα αὐτω̃ν καὶ τοὺς μόσχους αὐτω̃ν καὶ τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν |
25 ἐκοιμήθημεν ἐν τη̨̃ αἰσχύνη̨ ἡμω̃ν καὶ ἐπεκάλυψεν ἡμα̃ς ἡ ἀτιμία ἡμω̃ν διότι ἔναντι του̃ θεου̃ ἡμω̃ν ἡμάρτομεν ἡμει̃ς καὶ οἱ πατέρες ἡμω̃ν ἀπὸ νεότητος ἡμω̃ν ἕως τη̃ς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.