Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 49

καὶ προση̃λθον πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως καὶ Ιωαναν καὶ Αζαριας υἱὸς Μαασαιου καὶ πα̃ς ὁ λαὸς ἀπὸ μικρου̃ ἕως μεγάλου
πρὸς Ιερεμιαν τὸν προφήτην καὶ εἰ̃παν αὐτω̨̃ πεσέτω δὴ τὸ ἔλεος ἡμω̃ν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς κύριον τὸν θεόν σου περὶ τω̃ν καταλοίπων τούτων ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλω̃ν καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν
καὶ ἀναγγειλάτω ἡμι̃ν κύριος ὁ θεός σου τὴν ὁδόν ἡ̨̃ πορευσόμεθα ἐν αὐτη̨̃ καὶ λόγον ὃν ποιήσομεν
καὶ εἰ̃πεν αὐτοι̃ς Ιερεμιας ἤκουσα ἰδοὺ ἐγὼ προσεύξομαι πρὸς κύριον τὸν θεὸν ἡμω̃ν κατὰ τοὺς λόγους ὑμω̃ν καὶ ἔσται ὁ λόγος ὃν ἂν ἀποκριθήσεται κύριος ἀναγγελω̃ ὑμι̃ν οὐ μὴ κρύψω ἀφ' ὑμω̃ν ῥη̃μα
καὶ αὐτοὶ εἰ̃παν τω̨̃ Ιερεμια ἔστω κύριος ἐν ἡμι̃ν εἰς μάρτυρα δίκαιον καὶ πιστόν εἰ μὴ κατὰ πάντα τὸν λόγον ὃν ἂν ἀποστείλη̨ σε κύριος πρὸς ἡμα̃ς οὕτως ποιήσομεν
καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν τὴν φωνὴν κυρίου του̃ θεου̃ ἡμω̃ν οὑ̃ ἡμει̃ς ἀποστέλλομέν σε πρὸς αὐτόν ἀκουσόμεθα ἵνα βέλτιον ἡμι̃ν γένηται ὅτι ἀκουσόμεθα τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν
καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν
καὶ ἐκάλεσεν τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τη̃ς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικρου̃ ἕως μεγάλου
καὶ εἰ̃πεν αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος
10 ἐὰν καθίσαντες καθίσητε ἐν τη̨̃ γη̨̃ ταύτη̨ οἰκοδομήσω ὑμα̃ς καὶ οὐ μὴ καθέλω καὶ φυτεύσω ὑμα̃ς καὶ οὐ μὴ ἐκτίλω ὅτι ἀναπέπαυμαι ἐπὶ τοι̃ς κακοι̃ς οἱ̃ς ἐποίησα ὑμι̃ν
11 μὴ φοβηθη̃τε ἀπὸ προσώπου βασιλέως Βαβυλω̃νος οὑ̃ ὑμει̃ς φοβει̃σθε ἀπὸ προσώπου αὐτου̃ μὴ φοβηθη̃τε φησὶν κύριος ὅτι μεθ' ὑμω̃ν ἐγώ εἰμι του̃ ἐξαιρει̃σθαι ὑμα̃ς καὶ σώ̨ζειν ὑμα̃ς ἐκ χειρὸς αὐτου̃
12 καὶ δώσω ὑμι̃ν ἔλεος καὶ ἐλεήσω ὑμα̃ς καὶ ἐπιστρέψω ὑμα̃ς εἰς τὴν γη̃ν ὑμω̃ν
13 καὶ εἰ λέγετε ὑμει̃ς οὐ μὴ καθίσωμεν ἐν τη̨̃ γη̨̃ ταύτη̨ πρὸς τὸ μὴ ἀκου̃σαι φωνη̃ς κυρίου
14 ὅτι εἰς γη̃ν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκει̃ οἰκήσομεν
15 διὰ του̃το ἀκούσατε λόγον κυρίου οὕτως εἰ̃πεν κύριος ἐὰν ὑμει̃ς δω̃τε τὸ πρόσωπον ὑμω̃ν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκει̃ κατοικει̃ν
16 καὶ ἔσται ἡ ῥομφαία ἣν ὑμει̃ς φοβει̃σθε ἀπὸ προσώπου αὐτη̃ς εὑρήσει ὑμα̃ς ἐν γη̨̃ Αἰγύπτου καὶ ὁ λιμός οὑ̃ ὑμει̃ς λόγον ἔχετε ἀπὸ προσώπου αὐτου̃ καταλήμψεται ὑμα̃ς ὀπίσω ὑμω̃ν ἐν Αἰγύπτω̨ καὶ ἐκει̃ ἀποθανει̃σθε
17 καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενει̃ς οἱ θέντες τὸ πρόσωπον αὐτω̃ν εἰς γη̃ν Αἰγύπτου ἐνοικει̃ν ἐκει̃ ἐκλείψουσιν ἐν τη̨̃ ῥομφαία̨ καὶ ἐν τω̨̃ λιμω̨̃ καὶ οὐκ ἔσται αὐτω̃ν οὐθεὶς σω̨ζόμενος ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ ἐπάγω ἐπ' αὐτούς
18 ὅτι οὕτως εἰ̃πεν κύριος καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ οὕτως στάξει ὁ θυμός μου ἐφ' ὑμα̃ς εἰσελθόντων ὑμω̃ν εἰς Αἴγυπτον καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον του̃τον
19 ἃ ἐλάλησεν κύριος ἐφ' ὑμα̃ς τοὺς καταλοίπους Ιουδα μὴ εἰσέλθητε εἰς Αἴγυπτον καὶ νυ̃ν γνόντες γνώσεσθε
20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαι̃ς ὑμω̃ν ἀποστείλαντές με λέγοντες πρόσευξαι περὶ ἡμω̃ν πρὸς κύριον καὶ κατὰ πάντα ἃ ἐὰν λαλήση̨ σοι κύριος ποιήσομεν
21 καὶ οὐκ ἠκούσατε τη̃ς φωνη̃ς κυρίου ἡ̃ς ἀπέστειλέν με πρὸς ὑμα̃ς
22 καὶ νυ̃ν ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἐκλείψετε ἐν τω̨̃ τόπω̨ οὑ̃ ὑμει̃ς βούλεσθε εἰσελθει̃ν κατοικει̃ν ἐκει̃
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 50
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).