Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 50

καὶ ἐγενήθη ὡς ἐπαύσατο Ιερεμιας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς πάντας τοὺς λόγους τούτους
καὶ εἰ̃πεν Αζαριας υἱὸς Μαασαιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τω̨̃ Ιερεμια λέγοντες ψεύδη οὐκ ἀπέστειλέν σε κύριος πρὸς ἡμα̃ς λέγων μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκει̃ν ἐκει̃
ἀλλ' ἢ Βαρουχ υἱὸς Νηριου συμβάλλει σε πρὸς ἡμα̃ς ἵνα δω̨̃ς ἡμα̃ς εἰς χει̃ρας τω̃ν Χαλδαίων του̃ θανατω̃σαι ἡμα̃ς καὶ ἀποικισθη̃ναι ἡμα̃ς εἰς Βαβυλω̃να
καὶ οὐκ ἤκουσεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως καὶ πα̃ς ὁ λαὸς τη̃ς φωνη̃ς κυρίου κατοικη̃σαι ἐν γη̨̃ Ιουδα
καὶ ἔλαβεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως πάντας τοὺς καταλοίπους Ιουδα τοὺς ἀποστρέψαντας κατοικει̃ν ἐν τη̨̃ γη̨̃
τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναι̃κας καὶ τὰ νήπια καὶ τὰς θυγατέρας του̃ βασιλέως καὶ τὰς ψυχάς ἃς κατέλιπεν Ναβουζαρδαν μετὰ Γοδολιου υἱου̃ Αχικαμ καὶ Ιερεμιαν τὸν προφήτην καὶ Βαρουχ υἱὸν Νηριου
καὶ εἰση̃λθον εἰς Αἴγυπτον ὅτι οὐκ ἤκουσαν τη̃ς φωνη̃ς κυρίου καὶ εἰση̃λθον εἰς Ταφνας
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν ἐν Ταφνας λέγων
λαβὲ σεαυτω̨̃ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις ἐν πύλη̨ τη̃ς οἰκίας Φαραω ἐν Ταφνας κατ' ὀφθαλμοὺς ἀνδρω̃ν Ιουδα
10 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσορ βασιλέα Βαβυλω̃νος καὶ θήσει αὐτου̃ τὸν θρόνον ἐπάνω τω̃ν λίθων τούτων ὡ̃ν κατέκρυψας καὶ ἀρει̃ τὰ ὅπλα αὐτου̃ ἐπ' αὐτοὺς
11 καὶ εἰσελεύσεται καὶ πατάξει γη̃ν Αἰγύπτου οὓς εἰς θάνατον εἰς θάνατον καὶ οὓς εἰς ἀποικισμόν εἰς ἀποικισμόν καὶ οὕς εἰς ῥομφαίαν εἰς ῥομφαίαν
12 καὶ καύσει πυ̃ρ ἐν οἰκίαις θεω̃ν αὐτω̃ν καὶ ἐμπυριει̃ αὐτὰς καὶ ἀποικιει̃ αὐτοὺς καὶ φθειριει̃ γη̃ν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτου̃ καὶ ἐξελεύσεται ἐν εἰρήνη̨
13 καὶ συντρίψει τοὺς στύλους ἡλίου πόλεως τοὺς ἐν Ων καὶ τὰς οἰκίας αὐτω̃ν κατακαύσει ἐν πυρί
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 51
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).