ΙΩΒ,
κεφαλίς 7
1 πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τη̃ς γη̃ς καὶ ὥσπερ μισθίου αὐθημερινου̃ ἡ ζωὴ αὐτου̃ |
2 ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτου̃ καὶ τετευχὼς σκια̃ς ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτου̃ |
3 οὕτως κἀγὼ ὑπέμεινα μη̃νας κενούς νύκτες δὲ ὀδυνω̃ν δεδομέναι μοί εἰσιν |
4 ἐὰν κοιμηθω̃ λέγω πότε ἡμέρα ὡς δ' ἂν ἀναστω̃ πάλιν πότε ἑσπέρα πλήρης δὲ γίνομαι ὀδυνω̃ν ἀπὸ ἑσπέρας ἕως πρωί |
5 φύρεται δέ μου τὸ σω̃μα ἐν σαπρία̨ σκωλήκων τήκω δὲ βώλακας γη̃ς ἀπὸ ἰχω̃ρος ξύων |
6 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλια̃ς ἀπόλωλεν δὲ ἐν κενη̨̃ ἐλπίδι |
7 μνήσθητι οὐ̃ν ὅτι πνευ̃μά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδει̃ν ἀγαθόν |
8 οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρω̃ντός με οἱ ὀφθαλμοί σου ἐν ἐμοί καὶ οὐκέτι εἰμὶ |
9 ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανου̃ ἐὰν γὰρ ἄνθρωπος καταβη̨̃ εἰς ἅ̨δην οὐκέτι μὴ ἀναβη̨̃ |
10 οὐδ' οὐ μὴ ἐπιστρέψη̨ ἔτι εἰς τὸν ἴδιον οἰ̃κον οὐδὲ μὴ ἐπιγνω̨̃ αὐτὸν ἔτι ὁ τόπος αὐτου̃ |
11 ἀτὰρ οὐ̃ν οὐδὲ ἐγὼ φείσομαι τω̨̃ στόματί μου λαλήσω ἐν ἀνάγκη̨ ὤν ἀνοίξω πικρίαν ψυχη̃ς μου συνεχόμενος |
12 πότερον θάλασσά εἰμι ἢ δράκων ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν |
13 εἰ̃πα ὅτι παρακαλέσει με ἡ κλίνη μου ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδία̨ λόγον τη̨̃ κοίτη̨ μου |
14 ἐκφοβει̃ς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις |
15 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου ἀπὸ δὲ θανάτου τὰ ὀστα̃ μου |
16 οὐ γὰρ εἰς τὸν αἰω̃να ζήσομαι ἵνα μακροθυμήσω ἀπόστα ἀπ' ἐμου̃ κενὸς γάρ μου ὁ βίος |
17 τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νου̃ν εἰς αὐτὸν |
18 ἢ ἐπισκοπὴν αὐτου̃ ποιήση̨ ἕως τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινει̃ς |
19 ἕως τίνος οὐκ ἐα̨̃ς με οὐδὲ προΐη̨ με ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνη̨ |
20 εἰ ἐγὼ ἥμαρτον τί δύναμαί σοι πρα̃ξαι ὁ ἐπιστάμενος τὸν νου̃ν τω̃ν ἀνθρώπων διὰ τί ἔθου με κατεντευκτήν σου εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον |
21 καὶ διὰ τί οὐκ ἐποιήσω τη̃ς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τη̃ς ἁμαρτίας μου νυνὶ δὲ εἰς γη̃ν ἀπελεύσομαι ὀρθρίζων δὲ οὐκέτι εἰμί |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.