Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 8

ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
μέχρι τίνος λαλήσεις ταυ̃τα πνευ̃μα πολυρη̃μον του̃ στόματός σου
μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον
εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτου̃ ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτω̃ν
σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος
εἰ καθαρὸς εἰ̃ καὶ ἀληθινός δεήσεως ἐπακούσεταί σου ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης
ἔσται οὐ̃ν τὰ μὲν πρω̃τά σου ὀλίγα τὰ δὲ ἔσχατά σου ἀμύθητα
ἐπερώτησον γὰρ γενεὰν πρώτην ἐξιχνίασον δὲ κατὰ γένος πατέρων
χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν σκιὰ γάρ ἐστιν ἡμω̃ν ἐπὶ τη̃ς γη̃ς ὁ βίος
10 ἠ̃ οὐχ οὑ̃τοί σε διδάξουσιν καὶ ἀναγγελου̃σιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα
11 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου
12 ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθη̨̃ πρὸ του̃ πιει̃ν πα̃σα βοτάνη οὐχὶ ξηραίνεται
13 οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τω̃ν ἐπιλανθανομένων του̃ κυρίου ἐλπὶς γὰρ ἀσεβου̃ς ἀπολει̃ται
14 ἀοίκητος γὰρ αὐτου̃ ἔσται ὁ οἰ̃κος ἀράχνη δὲ αὐτου̃ ἀποβήσεται ἡ σκηνή
15 ἐὰν ὑπερείση̨ τὴν οἰκίαν αὐτου̃ οὐ μὴ στη̨̃ ἐπιλαβομένου δὲ αὐτου̃ οὐ μὴ ὑπομείνη̨
16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτου̃ ὁ ῥάδαμνος αὐτου̃ ἐξελεύσεται
17 ἐπὶ συναγωγὴν λίθων κοιμα̃ται ἐν δὲ μέσω̨ χαλίκων ζήσεται
18 ἐὰν καταπίη̨ ὁ τόπος ψεύσεται αὐτόν οὐχ ἑόρακας τοιαυ̃τα
19 ὅτι καταστροφὴ ἀσεβου̃ς τοιαύτη ἐκ δὲ γη̃ς ἄλλον ἀναβλαστήσει
20 ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον πα̃ν δὲ δω̃ρον ἀσεβου̃ς οὐ δέξεται
21 ἀληθινω̃ν δὲ στόμα ἐμπλήσει γέλωτος τὰ δὲ χείλη αὐτω̃ν ἐξομολογήσεως
22 οἱ δὲ ἐχθροὶ αὐτω̃ν ἐνδύσονται αἰσχύνην δίαιτα δὲ ἀσεβου̃ς οὐκ ἔσται
Читать далее:ΙΩΒ, κεφαλίς 9
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).