1 ἐν ἀρχη̨̃ ἠ̃ν ὁ λόγος καὶ ὁ λόγος ἠ̃ν πρòς τòν θεόν καὶ θεòς ἠ̃ν ὁ λόγος |
2 οὑ̃τος ἠ̃ν ἐν ἀρχη̨̃ πρòς τòν θεόν |
3 πάντα δι' αὐτου̃ ἐγένετο καὶ χωρὶς αὐτου̃ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν |
4 ἐν αὐτω̨̃ ζωὴ ἠ̃ν καὶ ἡ ζωὴ ἠ̃ν τò φω̃ς τω̃ν ἀνθρώπων |
5 καὶ τò φω̃ς ἐν τη̨̃ σκοτία̨ φαίνει καὶ ἡ σκοτία αὐτò οὐ κατέλαβεν |
6 ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεου̃ ὄνομα αὐτω̨̃ ’Ιωάννης |
7 οὑ̃τος ἠ̃λθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήση̨ περὶ του̃ φωτός ἵνα πάντες πιστεύσωσιν δι' αὐτου̃ |
8 οὐκ ἠ̃ν ἐκει̃νος τò φω̃ς ἀλλ' ἵνα μαρτυρήση̨ περὶ του̃ φωτός |
9 ἠ̃ν τò φω̃ς τò ἀληθινόν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τòν κόσμον |
10 ἐν τω̨̃ κόσμω̨ ἠ̃ν καὶ ὁ κόσμος δι' αὐτου̃ ἐγένετο καὶ ὁ κόσμος αὐτòν οὐκ ἔγνω |
11 εἰς τὰ ἴδια ἠ̃λθεν καὶ οἱ ἴδιοι αὐτòν οὐ παρέλαβον |
12 ὅσοι δὲ ἔλαβον αὐτόν ἔδωκεν αὐτοι̃ς ἐξουσίαν τέκνα θεου̃ γενέσθαι τοι̃ς πιστεύουσιν εἰς τò ὄνομα αὐτου̃ |
13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκòς οὐδὲ ἐκ θελήματος ἀνδρòς ἀλλ' ἐκ θεου̃ ἐγεννήθησαν |
14 καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμι̃ν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτου̃ δόξαν ὡς μονογενου̃ς παρὰ πατρός πλήρης χάριτος καὶ ἀληθείας |
15 ’Ιωάννης μαρτυρει̃ περὶ αὐτου̃ καὶ κέκραγεν λέγων οὑ̃τος ἠ̃ν ὃν εἰ̃πον ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν ὅτι πρω̃τός μου ἠ̃ν |
16 ὅτι ἐκ του̃ πληρώματος αὐτου̃ ἡμει̃ς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος |
17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ’Ιησου̃ Χριστου̃ ἐγένετο |
18 θεòν οὐδεὶς ἑώρακεν πώποτε μονογενὴς θεòς ὁ ὢν εἰς τòν κόλπον του̃ πατρòς ἐκει̃νος ἐξηγήσατο |
19 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία του̃ ’Ιωάννου ὅτε ἀπέστειλαν πρòς αὐτòν οἱ ’Ιουδαι̃οι ἐξ ‘Ιεροσολύμων ἱερει̃ς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν σὺ τίς εἰ̃ |
20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός |
21 καὶ ἠρώτησαν αὐτόν τί οὐ̃ν σύ ’Ηλίας εἰ̃ καὶ λέγει οὐκ εἰμί ὁ προφήτης εἰ̃ σύ καὶ ἀπεκρίθη οὔ |
22 εἰ̃παν οὐ̃ν αὐτω̨̃ τίς εἰ̃ ἵνα ἀπόκρισιν δω̃μεν τοι̃ς πέμψασιν ἡμα̃ς τί λέγεις περὶ σεαυτου̃ |
23 ἔφη ἐγὼ φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ εὐθύνατε τὴν ὁδòν κυρίου καθὼς εἰ̃πεν ’Ησαΐας ὁ προφήτης |
24 καὶ ἀπεσταλμένοι ἠ̃σαν ἐκ τω̃ν Φαρισαίων |
25 καὶ ἠρώτησαν αὐτòν καὶ εἰ̃παν αὐτω̨̃ τί οὐ̃ν βαπτίζεις εἰ σὺ οὐκ εἰ̃ ὁ Χριστòς οὐδὲ ’Ηλίας οὐδὲ ὁ προφήτης |
26 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιωάννης λέγων ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος ὑμω̃ν ἕστηκεν ὃν ὑμει̃ς οὐκ οἴδατε |
27 ὁ ὀπίσω μου ἐρχόμενος οὑ̃ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτου̃ τòν ἱμάντα του̃ ὑποδήματος |
28 ταυ̃τα ἐν Βηθανία̨ ἐγένετο πέραν του̃ ’Ιορδάνου ὅπου ἠ̃ν ὁ ’Ιωάννης βαπτίζων |
29 τη̨̃ ἐπαύριον βλέπει τòν ’Ιησου̃ν ἐρχόμενον πρòς αὐτόν καὶ λέγει ἴδε ὁ ἀμνòς του̃ θεου̃ ὁ αἴρων τὴν ἁμαρτίαν του̃ κόσμου |
30 οὑ̃τός ἐστιν ὑπὲρ οὑ̃ ἐγὼ εἰ̃πον ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρω̃τός μου ἠ̃ν |
31 κἀγὼ οὐκ ἤ̨δειν αὐτόν ἀλλ' ἵνα φανερωθη̨̃ τω̨̃ ’Ισραὴλ διὰ του̃το ἠ̃λθον ἐγὼ ἐν ὕδατι βαπτίζων |
32 καὶ ἐμαρτύρησεν ’Ιωάννης λέγων ὅτι τεθέαμαι τò πνευ̃μα καταβαι̃νον ὡς περιστερὰν ἐξ οὐρανου̃ καὶ ἔμεινεν ἐπ' αὐτόν |
33 κἀγὼ οὐκ ἤ̨δειν αὐτόν ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκει̃νός μοι εἰ̃πεν ἐφ' ὃν ἂν ἴδη̨ς τò πνευ̃μα καταβαι̃νον καὶ μένον ἐπ' αὐτόν οὑ̃τός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίω̨ |
34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς του̃ θεου̃ |
35 τη̨̃ ἐπαύριον πάλιν εἱστήκει ὁ ’Ιωάννης καὶ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ δύο |
36 καὶ ἐμβλέψας τω̨̃ ’Ιησου̃ περιπατου̃ντι λέγει ἴδε ὁ ἀμνòς του̃ θεου̃ |
37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτου̃ λαλου̃ντος καὶ ἠκολούθησαν τω̨̃ ’Ιησου̃ |
38 στραφεὶς δὲ ὁ ’Ιησου̃ς καὶ θεασάμενος αὐτοὺς ἀκολουθου̃ντας λέγει αὐτοι̃ς τί ζητει̃τε οἱ δὲ εἰ̃παν αὐτω̨̃ ῥαββί ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε που̃ μένεις |
39 λέγει αὐτοι̃ς ἔρχεσθε καὶ ὄψεσθε ἠ̃λθαν οὐ̃ν καὶ εἰ̃δαν που̃ μένει καὶ παρ' αὐτω̨̃ ἔμειναν τὴν ἡμέραν ἐκείνην ὥρα ἠ̃ν ὡς δεκάτη |
40 ἠ̃ν ’Ανδρέας ὁ ἀδελφòς Σίμωνος Πέτρου εἱ̃ς ἐκ τω̃ν δύο τω̃ν ἀκουσάντων παρὰ ’Ιωάννου καὶ ἀκολουθησάντων αὐτω̨̃ |
41 εὑρίσκει οὑ̃τος πρω̃τον τòν ἀδελφòν τòν ἴδιον Σίμωνα καὶ λέγει αὐτω̨̃ εὑρήκαμεν τòν Μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον Χριστός |
42 ἤγαγεν αὐτòν πρòς τòν ’Ιησου̃ν ἐμβλέψας αὐτω̨̃ ὁ ’Ιησου̃ς εἰ̃πεν σὺ εἰ̃ Σίμων ὁ υἱòς ’Ιωάννου σὺ κληθήση̨ Κηφα̃ς ὃ ἑρμηνεύεται Πέτρος |
43 τη̨̃ ἐπαύριον ἠθέλησεν ἐξελθει̃ν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀκολούθει μοι |
44 ἠ̃ν δὲ ὁ Φίλιππος ἀπò Βηθσαϊδά ἐκ τη̃ς πόλεως ’Ανδρέου καὶ Πέτρου |
45 εὑρίσκει Φίλιππος τòν Ναθαναὴλ καὶ λέγει αὐτω̨̃ ὃν ἔγραψεν Μωϋση̃ς ἐν τω̨̃ νόμω̨ καὶ οἱ προφη̃ται εὑρήκαμεν ’Ιησου̃ν υἱòν του̃ ’Ιωσὴφ τòν ἀπò Ναζαρέτ |
46 καὶ εἰ̃πεν αὐτω̨̃ Ναθαναήλ ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθòν εἰ̃ναι λέγει αὐτω̨̃ ὁ Φίλιππος ἔρχου καὶ ἴδε |
47 εἰ̃δεν ὁ ’Ιησου̃ς τòν Ναθαναὴλ ἐρχόμενον πρòς αὐτòν καὶ λέγει περὶ αὐτου̃ ἴδε ἀληθω̃ς ’Ισραηλίτης ἐν ὡ̨̃ δόλος οὐκ ἔστιν |
48 λέγει αὐτω̨̃ Ναθαναήλ πόθεν με γινώσκεις ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ πρò του̃ σε Φίλιππον φωνη̃σαι ὄντα ὑπò τὴν συκη̃ν εἰ̃δόν σε |
49 ἀπεκρίθη αὐτω̨̃ Ναθαναήλ ῥαββί σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃ σὺ βασιλεὺς εἰ̃ του̃ ’Ισραήλ |
50 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὅτι εἰ̃πόν σοι ὅτι εἰ̃δόν σε ὑποκάτω τη̃ς συκη̃ς πιστεύεις μείζω τούτων ὄψη̨ |
51 καὶ λέγει αὐτω̨̃ ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὄψεσθε τòν οὐρανòν ἀνεω̨γότα καὶ τοὺς ἀγγέλους του̃ θεου̃ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τòν υἱòν του̃ ἀνθρώπου |