1 μετὰ ταυ̃τα ἀπη̃λθεν ὁ ’Ιησου̃ς πέραν τη̃ς θαλάσσης τη̃ς Γαλιλαίας τη̃ς Τιβεριάδος |
2 ἠκολούθει δὲ αὐτω̨̃ ὄχλος πολύς ὅτι ἐθεώρουν τὰ σημει̃α ἃ ἐποίει ἐπὶ τω̃ν ἀσθενούντων |
3 ἀνη̃λθεν δὲ εἰς τò ὄρος ’Ιησου̃ς καὶ ἐκει̃ ἐκάθητο μετὰ τω̃ν μαθητω̃ν αὐτου̃ |
4 ἠ̃ν δὲ ἐγγὺς τò πάσχα ἡ ἑορτὴ τω̃ν ’Ιουδαίων |
5 ἐπάρας οὐ̃ν τοὺς ὀφθαλμοὺς ὁ ’Ιησου̃ς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρòς αὐτòν λέγει πρòς Φίλιππον πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὑ̃τοι |
6 του̃το δὲ ἔλεγεν πειράζων αὐτόν αὐτòς γὰρ ἤ̨δει τί ἔμελλεν ποιει̃ν |
7 ἀπεκρίθη αὐτω̨̃ ὁ Φίλιππος διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκου̃σιν αὐτοι̃ς ἵνα ἕκαστος βραχύ τι λάβη̨ |
8 λέγει αὐτω̨̃ εἱ̃ς ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ’Ανδρέας ὁ ἀδελφòς Σίμωνος Πέτρου |
9 ἔστιν παιδάριον ὡ̃δε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια ἀλλὰ ταυ̃τα τί ἐστιν εἰς τοσούτους |
10 εἰ̃πεν ὁ ’Ιησου̃ς ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσει̃ν ἠ̃ν δὲ χόρτος πολὺς ἐν τω̨̃ τόπω̨ ἀνέπεσαν οὐ̃ν οἱ ἄνδρες τòν ἀριθμòν ὡς πεντακισχίλιοι |
11 ἔλαβεν οὐ̃ν τοὺς ἄρτους ὁ ’Ιησου̃ς καὶ εὐχαριστήσας διέδωκεν τοι̃ς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τω̃ν ὀψαρίων ὅσον ἤθελον |
12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται |
13 συνήγαγον οὐ̃ν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τω̃ν πέντε ἄρτων τω̃ν κριθίνων ἃ ἐπερίσσευσαν τοι̃ς βεβρωκόσιν |
14 οἱ οὐ̃ν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημει̃ον ἔλεγον ὅτι οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τòν κόσμον |
15 ’Ιησου̃ς οὐ̃ν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτòν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τò ὄρος αὐτòς μόνος |
16 ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτου̃ ἐπὶ τὴν θάλασσαν |
17 καὶ ἐμβάντες εἰς πλοι̃ον ἤρχοντο πέραν τη̃ς θαλάσσης εἰς Καφαρναούμ καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρòς αὐτοὺς ὁ ’Ιησου̃ς |
18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο |
19 ἐληλακότες οὐ̃ν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωρου̃σιν τòν ’Ιησου̃ν περιπατου̃ντα ἐπὶ τη̃ς θαλάσσης καὶ ἐγγὺς του̃ πλοίου γινόμενον καὶ ἐφοβήθησαν |
20 ὁ δὲ λέγει αὐτοι̃ς ἐγώ εἰμι μὴ φοβει̃σθε |
21 ἤθελον οὐ̃ν λαβει̃ν αὐτòν εἰς τò πλοι̃ον καὶ εὐθέως ἐγένετο τò πλοι̃ον ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑπη̃γον |
22 τη̨̃ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τη̃ς θαλάσσης εἰ̃δον ὅτι πλοιάριον ἄλλο οὐκ ἠ̃ν ἐκει̃ εἰ μὴ ἕν καὶ ὅτι οὐ συνειση̃λθεν τοι̃ς μαθηται̃ς αὐτου̃ ὁ ’Ιησου̃ς εἰς τò πλοι̃ον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτου̃ ἀπη̃λθον |
23 ἄλλα ἠ̃λθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς του̃ τόπου ὅπου ἔφαγον τòν ἄρτον εὐχαριστήσαντος του̃ κυρίου |
24 ὅτε οὐ̃ν εἰ̃δεν ὁ ὄχλος ὅτι ’Ιησου̃ς οὐκ ἔστιν ἐκει̃ οὐδὲ οἱ μαθηταὶ αὐτου̃ ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἠ̃λθον εἰς Καφαρναοὺμ ζητου̃ντες τòν ’Ιησου̃ν |
25 καὶ εὑρόντες αὐτòν πέραν τη̃ς θαλάσσης εἰ̃πον αὐτω̨̃ ῥαββί πότε ὡ̃δε γέγονας |
26 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς καὶ εἰ̃πεν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ζητει̃τέ με οὐχ ὅτι εἴδετε σημει̃α ἀλλ' ὅτι ἐφάγετε ἐκ τω̃ν ἄρτων καὶ ἐχορτάσθητε |
27 ἐργάζεσθε μὴ τὴν βρω̃σιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρω̃σιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν ὁ υἱòς του̃ ἀνθρώπου ὑμι̃ν δώσει του̃τον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός |
28 εἰ̃πον οὐ̃ν πρòς αὐτόν τί ποιω̃μεν ἵνα ἐργαζώμεθα τὰ ἔργα του̃ θεου̃ |
29 ἀπεκρίθη ὁ ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς του̃τό ἐστιν τò ἔργον του̃ θεου̃ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκει̃νος |
30 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί οὐ̃ν ποιει̃ς σὺ σημει̃ον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζη̨ |
31 οἱ πατέρες ἡμω̃ν τò μάννα ἔφαγον ἐν τη̨̃ ἐρήμω̨ καθώς ἐστιν γεγραμμένον ἄρτον ἐκ του̃ οὐρανου̃ ἔδωκεν αὐτοι̃ς φαγει̃ν |
32 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐ Μωϋση̃ς δέδωκεν ὑμι̃ν τòν ἄρτον ἐκ του̃ οὐρανου̃ ἀλλ' ὁ πατήρ μου δίδωσιν ὑμι̃ν τòν ἄρτον ἐκ του̃ οὐρανου̃ τòν ἀληθινόν |
33 ὁ γὰρ ἄρτος του̃ θεου̃ ἐστιν ὁ καταβαίνων ἐκ του̃ οὐρανου̃ καὶ ζωὴν διδοὺς τω̨̃ κόσμω̨ |
34 εἰ̃πον οὐ̃ν πρòς αὐτόν κύριε πάντοτε δòς ἡμι̃ν τòν ἄρτον του̃τον |
35 εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἐγώ εἰμι ὁ ἄρτος τη̃ς ζωη̃ς ὁ ἐρχόμενος πρός ἐμὲ οὐ μὴ πεινάση̨ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε |
36 ἀλλ' εἰ̃πον ὑμι̃ν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε |
37 πα̃ν ὃ δίδωσίν μοι ὁ πατὴρ πρòς ἐμὲ ἥξει καὶ τòν ἐρχόμενον πρòς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω |
38 ὅτι καταβέβηκα ἀπò του̃ οὐρανου̃ οὐχ ἵνα ποιω̃ τò θέλημα τò ἐμòν ἀλλὰ τò θέλημα του̃ πέμψαντός με |
39 του̃το δέ ἐστιν τò θέλημα του̃ πέμψαντός με ἵνα πα̃ν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτου̃ ἀλλὰ ἀναστήσω αὐτò ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ |
40 του̃το γάρ ἐστιν τò θέλημα του̃ πατρός μου ἵνα πα̃ς ὁ θεωρω̃ν τòν υἱòν καὶ πιστεύων εἰς αὐτòν ἔχη̨ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτòν ἐγὼ ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ |
41 ἐγόγγυζον οὐ̃ν οἱ ’Ιουδαι̃οι περὶ αὐτου̃ ὅτι εἰ̃πεν ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ του̃ οὐρανου̃ |
42 καὶ ἔλεγον οὐχ οὑ̃τός ἐστιν ’Ιησου̃ς ὁ υἱòς ’Ιωσήφ οὑ̃ ἡμει̃ς οἴδαμεν τòν πατέρα καὶ τὴν μητέρα πω̃ς νυ̃ν λέγει ὅτι ἐκ του̃ οὐρανου̃ καταβέβηκα |
43 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς μὴ γογγύζετε μετ' ἀλλήλων |
44 οὐδεὶς δύναται ἐλθει̃ν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύση̨ αὐτόν κἀγὼ ἀναστήσω αὐτòν ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ |
45 ἔστιν γεγραμμένον ἐν τοι̃ς προφήταις καὶ ἔσονται πάντες διδακτοὶ θεου̃ πα̃ς ὁ ἀκούσας παρὰ του̃ πατρòς καὶ μαθὼν ἔρχεται πρòς ἐμέ |
46 οὐχ ὅτι τòν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ του̃ θεου̃ οὑ̃τος ἑώρακεν τòν πατέρα |
47 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον |
48 ἐγώ εἰμι ὁ ἄρτος τη̃ς ζωη̃ς |
49 οἱ πατέρες ὑμω̃ν ἔφαγον ἐν τη̨̃ ἐρήμω̨ τò μάννα καὶ ἀπέθανον |
50 οὑ̃τός ἐστιν ὁ ἄρτος ὁ ἐκ του̃ οὐρανου̃ καταβαίνων ἵνα τις ἐξ αὐτου̃ φάγη̨ καὶ μὴ ἀποθάνη̨ |
51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζω̃ν ὁ ἐκ του̃ οὐρανου̃ καταβάς ἐάν τις φάγη̨ ἐκ τούτου του̃ ἄρτου ζήσει εἰς τòν αἰω̃να καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τη̃ς του̃ κόσμου ζωη̃ς |
52 ἐμάχοντο οὐ̃ν πρòς ἀλλήλους οἱ ’Ιουδαι̃οι λέγοντες πω̃ς δύναται οὑ̃τος ἡμι̃ν δου̃ναι τὴν σάρκα αὐτου̃ φαγει̃ν |
53 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ φάγητε τὴν σάρκα του̃ υἱου̃ του̃ ἀνθρώπου καὶ πίητε αὐτου̃ τò αἱ̃μα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοι̃ς |
54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τò αἱ̃μα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτòν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ |
55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρω̃σις καὶ τò αἱ̃μά μου ἀληθής ἐστιν πόσις |
56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τò αἱ̃μα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτω̨̃ |
57 καθὼς ἀπέστειλέν με ὁ ζω̃ν πατὴρ κἀγὼ ζω̃ διὰ τòν πατέρα καὶ ὁ τρώγων με κἀκει̃νος ζήσει δι' ἐμέ |
58 οὑ̃τός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανου̃ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον ὁ τρώγων του̃τον τòν ἄρτον ζήσει εἰς τòν αἰω̃να |
59 ταυ̃τα εἰ̃πεν ἐν συναγωγη̨̃ διδάσκων ἐν Καφαρναούμ |
60 πολλοὶ οὐ̃ν ἀκούσαντες ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃παν σκληρός ἐστιν ὁ λόγος οὑ̃τος τίς δύναται αὐτου̃ ἀκούειν |
61 εἰδὼς δὲ ὁ ’Ιησου̃ς ἐν ἑαυτω̨̃ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτου̃ εἰ̃πεν αὐτοι̃ς του̃το ὑμα̃ς σκανδαλίζει |
62 ἐὰν οὐ̃ν θεωρη̃τε τòν υἱòν του̃ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἠ̃ν τò πρότερον |
63 τò πνευ̃μά ἐστιν τò ζω̨οποιου̃ν ἡ σὰρξ οὐκ ὠφελει̃ οὐδέν τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμι̃ν πνευ̃μά ἐστιν καὶ ζωή ἐστιν |
64 ἀλλ' εἰσὶν ἐξ ὑμω̃ν τινες οἳ οὐ πιστεύουσιν ἤ̨δει γὰρ ἐξ ἀρχη̃ς ὁ ’Ιησου̃ς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν |
65 καὶ ἔλεγεν διὰ του̃το εἴρηκα ὑμι̃ν ὅτι οὐδεὶς δύναται ἐλθει̃ν πρός με ἐὰν μὴ ἠ̨̃ δεδομένον αὐτω̨̃ ἐκ του̃ πατρός |
66 ἐκ τούτου πολλοὶ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ἀπη̃λθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτου̃ περιεπάτουν |
67 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς τοι̃ς δώδεκα μὴ καὶ ὑμει̃ς θέλετε ὑπάγειν |
68 ἀπεκρίθη αὐτω̨̃ Σίμων Πέτρος κύριε πρòς τίνα ἀπελευσόμεθα ῥήματα ζωη̃ς αἰωνίου ἔχεις |
69 καὶ ἡμει̃ς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἰ̃ ὁ ἅγιος του̃ θεου̃ |
70 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐκ ἐγὼ ὑμα̃ς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμω̃ν εἱ̃ς διάβολός ἐστιν |
71 ἔλεγεν δὲ τòν ’Ιούδαν Σίμωνος ’Ισκαριώτου οὑ̃τος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν εἱ̃ς ἐκ τω̃ν δώδεκα |