1 καὶ μετὰ ταυ̃τα περιεπάτει ὁ ’Ιησου̃ς ἐν τη̨̃ Γαλιλαία̨ οὐ γὰρ ἤθελεν ἐν τη̨̃ ’Ιουδαία̨ περιπατει̃ν ὅτι ἐζήτουν αὐτòν οἱ ’Ιουδαι̃οι ἀποκτει̃ναι |
2 ἠ̃ν δὲ ἐγγὺς ἡ ἑορτὴ τω̃ν ’Ιουδαίων ἡ σκηνοπηγία |
3 εἰ̃πον οὐ̃ν πρòς αὐτòν οἱ ἀδελφοὶ αὐτου̃ μετάβηθι ἐντευ̃θεν καὶ ὕπαγε εἰς τὴν ’Ιουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σου̃ τὰ ἔργα ἃ ποιει̃ς |
4 οὐδεὶς γάρ τι ἐν κρυπτω̨̃ ποιει̃ καὶ ζητει̃ αὐτòς ἐν παρρησία̨ εἰ̃ναι εἰ ταυ̃τα ποιει̃ς φανέρωσον σεαυτòν τω̨̃ κόσμω̨ |
5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτου̃ ἐπίστευον εἰς αὐτόν |
6 λέγει οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὁ καιρòς ὁ ἐμòς οὔπω πάρεστιν ὁ δὲ καιρòς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος |
7 οὐ δύναται ὁ κόσμος μισει̃ν ὑμα̃ς ἐμὲ δὲ μισει̃ ὅτι ἐγὼ μαρτυρω̃ περὶ αὐτου̃ ὅτι τὰ ἔργα αὐτου̃ πονηρά ἐστιν |
8 ὑμει̃ς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ ἐμòς καιρòς οὔπω πεπλήρωται |
9 ταυ̃τα δὲ εἰπὼν αὐτòς ἔμεινεν ἐν τη̨̃ Γαλιλαία̨ |
10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτου̃ εἰς τὴν ἑορτήν τότε καὶ αὐτòς ἀνέβη οὐ φανερω̃ς ἀλλὰ ὡς ἐν κρυπτω̨̃ |
11 οἱ οὐ̃ν ’Ιουδαι̃οι ἐζήτουν αὐτòν ἐν τη̨̃ ἑορτη̨̃ καὶ ἔλεγον που̃ ἐστιν ἐκει̃νος |
12 καὶ γογγυσμòς περὶ αὐτου̃ ἠ̃ν πολὺς ἐν τοι̃ς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον οὔ ἀλλὰ πλανα̨̃ τòν ὄχλον |
13 οὐδεὶς μέντοι παρρησία̨ ἐλάλει περὶ αὐτου̃ διὰ τòν φόβον τω̃ν ’Ιουδαίων |
14 ἤδη δὲ τη̃ς ἑορτη̃ς μεσούσης ἀνέβη ’Ιησου̃ς εἰς τò ἱερòν καὶ ἐδίδασκεν |
15 ἐθαύμαζον οὐ̃ν οἱ ’Ιουδαι̃οι λέγοντες πω̃ς οὑ̃τος γράμματα οἰ̃δεν μὴ μεμαθηκώς |
16 ἀπεκρίθη οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς καὶ εἰ̃πεν ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ του̃ πέμψαντός με |
17 ἐάν τις θέλη̨ τò θέλημα αὐτου̃ ποιει̃ν γνώσεται περὶ τη̃ς διδαχη̃ς πότερον ἐκ του̃ θεου̃ ἐστιν ἢ ἐγὼ ἀπ' ἐμαυτου̃ λαλω̃ |
18 ὁ ἀφ' ἑαυτου̃ λαλω̃ν τὴν δόξαν τὴν ἰδίαν ζητει̃ ὁ δὲ ζητω̃ν τὴν δόξαν του̃ πέμψαντος αὐτόν οὑ̃τος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτω̨̃ οὐκ ἔστιν |
19 οὐ Μωϋση̃ς δέδωκεν ὑμι̃ν τòν νόμον καὶ οὐδεὶς ἐξ ὑμω̃ν ποιει̃ τòν νόμον τί με ζητει̃τε ἀποκτει̃ναι |
20 ἀπεκρίθη ὁ ὄχλος δαιμόνιον ἔχεις τίς σε ζητει̃ ἀποκτει̃ναι |
21 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε |
22 διὰ του̃το Μωϋση̃ς δέδωκεν ὑμι̃ν τὴν περιτομήν οὐχ ὅτι ἐκ του̃ Μωϋσέως ἐστὶν ἀλλ' ἐκ τω̃ν πατέρων καὶ ἐν σαββάτω̨ περιτέμνετε ἄνθρωπον |
23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτω̨ ἵνα μὴ λυθη̨̃ ὁ νόμος Μωϋσέως ἐμοὶ χολα̃τε ὅτι ὅλον ἄνθρωπον ὑγιη̃ ἐποίησα ἐν σαββάτω̨ |
24 μὴ κρίνετε κατ' ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε |
25 ἔλεγον οὐ̃ν τινες ἐκ τω̃ν ‘Ιεροσολυμιτω̃ν οὐχ οὑ̃τός ἐστιν ὃν ζητου̃σιν ἀποκτει̃ναι |
26 καὶ ἴδε παρρησία̨ λαλει̃ καὶ οὐδὲν αὐτω̨̃ λέγουσιν μήποτε ἀληθω̃ς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός |
27 ἀλλὰ του̃τον οἴδαμεν πόθεν ἐστίν ὁ δὲ Χριστòς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν |
28 ἔκραξεν οὐ̃ν ἐν τω̨̃ ἱερω̨̃ διδάσκων ὁ ’Ιησου̃ς καὶ λέγων κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ' ἐμαυτου̃ οὐκ ἐλήλυθα ἀλλ' ἔστιν ἀληθινòς ὁ πέμψας με ὃν ὑμει̃ς οὐκ οἴδατε |
29 ἐγὼ οἰ̃δα αὐτόν ὅτι παρ' αὐτου̃ εἰμι κἀκει̃νός με ἀπέστειλεν |
30 ἐζήτουν οὐ̃ν αὐτòν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτòν τὴν χει̃ρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτου̃ |
31 ἐκ του̃ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον ὁ Χριστòς ὅταν ἔλθη̨ μὴ πλείονα σημει̃α ποιήσει ὡ̃ν οὑ̃τος ἐποίησεν |
32 ἤκουσαν οἱ Φαρισαι̃οι του̃ ὄχλου γογγύζοντος περὶ αὐτου̃ ταυ̃τα καὶ ἀπέστειλαν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν |
33 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς ἔτι χρόνον μικρòν μεθ' ὑμω̃ν εἰμι καὶ ὑπάγω πρòς τòν πέμψαντά με |
34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν |
35 εἰ̃πον οὐ̃ν οἱ ’Ιουδαι̃οι πρòς ἑαυτούς που̃ οὑ̃τος μέλλει πορεύεσθαι ὅτι ἡμει̃ς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν διασπορὰν τω̃ν ‘Ελλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς ‘Έλληνας |
36 τίς ἐστιν ὁ λόγος οὑ̃τος ὃν εἰ̃πεν ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν |
37 ἐν δὲ τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ τη̨̃ μεγάλη̨ τη̃ς ἑορτη̃ς εἱστήκει ὁ ’Ιησου̃ς καὶ ἔκραξεν λέγων ἐάν τις διψα̨̃ ἐρχέσθω πρός με καὶ πινέτω |
38 ὁ πιστεύων εἰς ἐμέ καθὼς εἰ̃πεν ἡ γραφή ποταμοὶ ἐκ τη̃ς κοιλίας αὐτου̃ ῥεύσουσιν ὕδατος ζω̃ντος |
39 του̃το δὲ εἰ̃πεν περὶ του̃ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν οὔπω γὰρ ἠ̃ν πνευ̃μα ὅτι ’Ιησου̃ς οὐδέπω ἐδοξάσθη |
40 ἐκ του̃ ὄχλου οὐ̃ν ἀκούσαντες τω̃ν λόγων τούτων ἔλεγον οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ προφήτης |
41 ἄλλοι ἔλεγον οὑ̃τός ἐστιν ὁ Χριστός οἱ δὲ ἔλεγον μὴ γὰρ ἐκ τη̃ς Γαλιλαίας ὁ Χριστòς ἔρχεται |
42 οὐχ ἡ γραφὴ εἰ̃πεν ὅτι ἐκ του̃ σπέρματος Δαυίδ καὶ ἀπò Βηθλέεμ τη̃ς κώμης ὅπου ἠ̃ν Δαυίδ ἔρχεται ὁ Χριστòς |
43 σχίσμα οὐ̃ν ἐγένετο ἐν τω̨̃ ὄχλω̨ δι' αὐτόν |
44 τινὲς δὲ ἤθελον ἐξ αὐτω̃ν πιάσαι αὐτόν ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτòν τὰς χει̃ρας |
45 ἠ̃λθον οὐ̃ν οἱ ὑπηρέται πρòς τοὺς ἀρχιερει̃ς καὶ Φαρισαίους καὶ εἰ̃πον αὐτοι̃ς ἐκει̃νοι διὰ τί οὐκ ἠγάγετε αὐτόν |
46 ἀπεκρίθησαν οἱ ὑπηρέται οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος |
47 ἀπεκρίθησαν οὐ̃ν αὐτοι̃ς οἱ Φαρισαι̃οι μὴ καὶ ὑμει̃ς πεπλάνησθε |
48 μή τις ἐκ τω̃ν ἀρχόντων ἐπίστευσεν εἰς αὐτòν ἢ ἐκ τω̃ν Φαρισαίων |
49 ἀλλὰ ὁ ὄχλος οὑ̃τος ὁ μὴ γινώσκων τòν νόμον ἐπάρατοί εἰσιν |
50 λέγει Νικόδημος πρòς αὐτούς ὁ ἐλθὼν πρòς αὐτòν τò πρότερον εἱ̃ς ὢν ἐξ αὐτω̃ν |
51 μὴ ὁ νόμος ἡμω̃ν κρίνει τòν ἄνθρωπον ἐὰν μὴ ἀκούση̨ πρω̃τον παρ' αὐτου̃ καὶ γνω̨̃ τί ποιει̃ |
52 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ μὴ καὶ σὺ ἐκ τη̃ς Γαλιλαίας εἰ̃ ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τη̃ς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται |
53 καὶ ἐπορεύθησαν ἕκαστος εἰς τòν οἰ̃κον αὐτου̃ |