Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 7

1 καὶ μετὰ ταυ̃τα περιεπάτει ὁ ’Ιησου̃ς ἐν τη̨̃ Γαλιλαία̨ οὐ γὰρ ἤθελεν ἐν τη̨̃ ’Ιουδαία̨ περιπατει̃ν ὅτι ἐζήτουν αὐτòν οἱ ’Ιουδαι̃οι ἀποκτει̃ναι
2 ἠ̃ν δὲ ἐγγὺς ἡ ἑορτὴ τω̃ν ’Ιουδαίων ἡ σκηνοπηγία
3 εἰ̃πον οὐ̃ν πρòς αὐτòν οἱ ἀδελφοὶ αὐτου̃ μετάβηθι ἐντευ̃θεν καὶ ὕπαγε εἰς τὴν ’Ιουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σου̃ τὰ ἔργα ἃ ποιει̃ς
4 οὐδεὶς γάρ τι ἐν κρυπτω̨̃ ποιει̃ καὶ ζητει̃ αὐτòς ἐν παρρησία̨ εἰ̃ναι εἰ ταυ̃τα ποιει̃ς φανέρωσον σεαυτòν τω̨̃ κόσμω̨
5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτου̃ ἐπίστευον εἰς αὐτόν
6 λέγει οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὁ καιρòς ὁ ἐμòς οὔπω πάρεστιν ὁ δὲ καιρòς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος
7 οὐ δύναται ὁ κόσμος μισει̃ν ὑμα̃ς ἐμὲ δὲ μισει̃ ὅτι ἐγὼ μαρτυρω̃ περὶ αὐτου̃ ὅτι τὰ ἔργα αὐτου̃ πονηρά ἐστιν
8 ὑμει̃ς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ ἐμòς καιρòς οὔπω πεπλήρωται
9 ταυ̃τα δὲ εἰπὼν αὐτòς ἔμεινεν ἐν τη̨̃ Γαλιλαία̨
10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτου̃ εἰς τὴν ἑορτήν τότε καὶ αὐτòς ἀνέβη οὐ φανερω̃ς ἀλλὰ ὡς ἐν κρυπτω̨̃
11 οἱ οὐ̃ν ’Ιουδαι̃οι ἐζήτουν αὐτòν ἐν τη̨̃ ἑορτη̨̃ καὶ ἔλεγον που̃ ἐστιν ἐκει̃νος
12 καὶ γογγυσμòς περὶ αὐτου̃ ἠ̃ν πολὺς ἐν τοι̃ς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον οὔ ἀλλὰ πλανα̨̃ τòν ὄχλον
13 οὐδεὶς μέντοι παρρησία̨ ἐλάλει περὶ αὐτου̃ διὰ τòν φόβον τω̃ν ’Ιουδαίων
14 ἤδη δὲ τη̃ς ἑορτη̃ς μεσούσης ἀνέβη ’Ιησου̃ς εἰς τò ἱερòν καὶ ἐδίδασκεν
15 ἐθαύμαζον οὐ̃ν οἱ ’Ιουδαι̃οι λέγοντες πω̃ς οὑ̃τος γράμματα οἰ̃δεν μὴ μεμαθηκώς
16 ἀπεκρίθη οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς καὶ εἰ̃πεν ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ του̃ πέμψαντός με
17 ἐάν τις θέλη̨ τò θέλημα αὐτου̃ ποιει̃ν γνώσεται περὶ τη̃ς διδαχη̃ς πότερον ἐκ του̃ θεου̃ ἐστιν ἢ ἐγὼ ἀπ' ἐμαυτου̃ λαλω̃
18 ὁ ἀφ' ἑαυτου̃ λαλω̃ν τὴν δόξαν τὴν ἰδίαν ζητει̃ ὁ δὲ ζητω̃ν τὴν δόξαν του̃ πέμψαντος αὐτόν οὑ̃τος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτω̨̃ οὐκ ἔστιν
19 οὐ Μωϋση̃ς δέδωκεν ὑμι̃ν τòν νόμον καὶ οὐδεὶς ἐξ ὑμω̃ν ποιει̃ τòν νόμον τί με ζητει̃τε ἀποκτει̃ναι
20 ἀπεκρίθη ὁ ὄχλος δαιμόνιον ἔχεις τίς σε ζητει̃ ἀποκτει̃ναι
21 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε
22 διὰ του̃το Μωϋση̃ς δέδωκεν ὑμι̃ν τὴν περιτομήν οὐχ ὅτι ἐκ του̃ Μωϋσέως ἐστὶν ἀλλ' ἐκ τω̃ν πατέρων καὶ ἐν σαββάτω̨ περιτέμνετε ἄνθρωπον
23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτω̨ ἵνα μὴ λυθη̨̃ ὁ νόμος Μωϋσέως ἐμοὶ χολα̃τε ὅτι ὅλον ἄνθρωπον ὑγιη̃ ἐποίησα ἐν σαββάτω̨
24 μὴ κρίνετε κατ' ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε
25 ἔλεγον οὐ̃ν τινες ἐκ τω̃ν ‘Ιεροσολυμιτω̃ν οὐχ οὑ̃τός ἐστιν ὃν ζητου̃σιν ἀποκτει̃ναι
26 καὶ ἴδε παρρησία̨ λαλει̃ καὶ οὐδὲν αὐτω̨̃ λέγουσιν μήποτε ἀληθω̃ς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός
27 ἀλλὰ του̃τον οἴδαμεν πόθεν ἐστίν ὁ δὲ Χριστòς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν
28 ἔκραξεν οὐ̃ν ἐν τω̨̃ ἱερω̨̃ διδάσκων ὁ ’Ιησου̃ς καὶ λέγων κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ' ἐμαυτου̃ οὐκ ἐλήλυθα ἀλλ' ἔστιν ἀληθινòς ὁ πέμψας με ὃν ὑμει̃ς οὐκ οἴδατε
29 ἐγὼ οἰ̃δα αὐτόν ὅτι παρ' αὐτου̃ εἰμι κἀκει̃νός με ἀπέστειλεν
30 ἐζήτουν οὐ̃ν αὐτòν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτòν τὴν χει̃ρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτου̃
31 ἐκ του̃ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον ὁ Χριστòς ὅταν ἔλθη̨ μὴ πλείονα σημει̃α ποιήσει ὡ̃ν οὑ̃τος ἐποίησεν
32 ἤκουσαν οἱ Φαρισαι̃οι του̃ ὄχλου γογγύζοντος περὶ αὐτου̃ ταυ̃τα καὶ ἀπέστειλαν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν
33 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς ἔτι χρόνον μικρòν μεθ' ὑμω̃ν εἰμι καὶ ὑπάγω πρòς τòν πέμψαντά με
34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν
35 εἰ̃πον οὐ̃ν οἱ ’Ιουδαι̃οι πρòς ἑαυτούς που̃ οὑ̃τος μέλλει πορεύεσθαι ὅτι ἡμει̃ς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν διασπορὰν τω̃ν ‘Ελλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς ‘Έλληνας
36 τίς ἐστιν ὁ λόγος οὑ̃τος ὃν εἰ̃πεν ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν
37 ἐν δὲ τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ τη̨̃ μεγάλη̨ τη̃ς ἑορτη̃ς εἱστήκει ὁ ’Ιησου̃ς καὶ ἔκραξεν λέγων ἐάν τις διψα̨̃ ἐρχέσθω πρός με καὶ πινέτω
38 ὁ πιστεύων εἰς ἐμέ καθὼς εἰ̃πεν ἡ γραφή ποταμοὶ ἐκ τη̃ς κοιλίας αὐτου̃ ῥεύσουσιν ὕδατος ζω̃ντος
39 του̃το δὲ εἰ̃πεν περὶ του̃ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν οὔπω γὰρ ἠ̃ν πνευ̃μα ὅτι ’Ιησου̃ς οὐδέπω ἐδοξάσθη
40 ἐκ του̃ ὄχλου οὐ̃ν ἀκούσαντες τω̃ν λόγων τούτων ἔλεγον οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ προφήτης
41 ἄλλοι ἔλεγον οὑ̃τός ἐστιν ὁ Χριστός οἱ δὲ ἔλεγον μὴ γὰρ ἐκ τη̃ς Γαλιλαίας ὁ Χριστòς ἔρχεται
42 οὐχ ἡ γραφὴ εἰ̃πεν ὅτι ἐκ του̃ σπέρματος Δαυίδ καὶ ἀπò Βηθλέεμ τη̃ς κώμης ὅπου ἠ̃ν Δαυίδ ἔρχεται ὁ Χριστòς
43 σχίσμα οὐ̃ν ἐγένετο ἐν τω̨̃ ὄχλω̨ δι' αὐτόν
44 τινὲς δὲ ἤθελον ἐξ αὐτω̃ν πιάσαι αὐτόν ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτòν τὰς χει̃ρας
45 ἠ̃λθον οὐ̃ν οἱ ὑπηρέται πρòς τοὺς ἀρχιερει̃ς καὶ Φαρισαίους καὶ εἰ̃πον αὐτοι̃ς ἐκει̃νοι διὰ τί οὐκ ἠγάγετε αὐτόν
46 ἀπεκρίθησαν οἱ ὑπηρέται οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος
47 ἀπεκρίθησαν οὐ̃ν αὐτοι̃ς οἱ Φαρισαι̃οι μὴ καὶ ὑμει̃ς πεπλάνησθε
48 μή τις ἐκ τω̃ν ἀρχόντων ἐπίστευσεν εἰς αὐτòν ἢ ἐκ τω̃ν Φαρισαίων
49 ἀλλὰ ὁ ὄχλος οὑ̃τος ὁ μὴ γινώσκων τòν νόμον ἐπάρατοί εἰσιν
50 λέγει Νικόδημος πρòς αὐτούς ὁ ἐλθὼν πρòς αὐτòν τò πρότερον εἱ̃ς ὢν ἐξ αὐτω̃ν
51 μὴ ὁ νόμος ἡμω̃ν κρίνει τòν ἄνθρωπον ἐὰν μὴ ἀκούση̨ πρω̃τον παρ' αὐτου̃ καὶ γνω̨̃ τί ποιει̃
52 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ μὴ καὶ σὺ ἐκ τη̃ς Γαλιλαίας εἰ̃ ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τη̃ς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται
53 καὶ ἐπορεύθησαν ἕκαστος εἰς τòν οἰ̃κον αὐτου̃

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 8

1 ’Ιησου̃ς δὲ ἐπορεύθη εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν
2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τò ἱερόν καὶ πα̃ς ὁ λαòς ἤρχετο πρòς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς
3 ἄγουσιν δὲ οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι γυναι̃κα ἐπὶ μοιχεία̨ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσω̨
4 λέγουσιν αὐτω̨̃ διδάσκαλε αὕτη ἡ γυνὴ κατείληπται ἐπ' αὐτοφώρω̨ μοιχευομένη
5 ἐν δὲ τω̨̃ νόμω̨ ἡμι̃ν Μωϋση̃ς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν σὺ οὐ̃ν τί λέγεις
6 του̃το δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν κατηγορει̃ν αὐτου̃ ὁ δὲ ’Ιησου̃ς κάτω κύψας τω̨̃ δακτύλω̨ κατέγραφεν εἰς τὴν γη̃ν
7 ὡς δὲ ἐπέμενον ἐρωτω̃ντες αὐτόν ἀνέκυψεν καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἀναμάρτητος ὑμω̃ν πρω̃τος ἐπ' αὐτὴν βαλέτω λίθον
8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γη̃ν
9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἱ̃ς καθ' εἱ̃ς ἀρξάμενοι ἀπò τω̃ν πρεσβυτέρων καὶ κατελείφθη μόνος καὶ ἡ γυνὴ ἐν μέσω̨ οὐ̃σα
10 ἀνακύψας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτη̨̃ γύναι που̃ εἰσιν οὐδείς σε κατέκρινεν
11 ἡ δὲ εἰ̃πεν οὐδείς κύριε εἰ̃πεν δὲ ὁ ’Ιησου̃ς οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ ἀπò του̃ νυ̃ν μηκέτι ἁμάρτανε
12 πάλιν οὐ̃ν αὐτοι̃ς ἐλάλησεν ὁ ’Ιησου̃ς λέγων ἐγώ εἰμι τò φω̃ς του̃ κόσμου ὁ ἀκολουθω̃ν ἐμοὶ οὐ μὴ περιπατήση̨ ἐν τη̨̃ σκοτία̨ ἀλλ' ἕξει τò φω̃ς τη̃ς ζωη̃ς
13 εἰ̃πον οὐ̃ν αὐτω̨̃ οἱ Φαρισαι̃οι σὺ περὶ σεαυτου̃ μαρτυρει̃ς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής
14 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς κἂν ἐγὼ μαρτυρω̃ περὶ ἐμαυτου̃ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἰ̃δα πόθεν ἠ̃λθον καὶ που̃ ὑπάγω ὑμει̃ς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ που̃ ὑπάγω
15 ὑμει̃ς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα
16 καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με πατήρ
17 καὶ ἐν τω̨̃ νόμω̨ δὲ τω̨̃ ὑμετέρω̨ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν
18 ἐγώ εἰμι ὁ μαρτυρω̃ν περὶ ἐμαυτου̃ καὶ μαρτυρει̃ περὶ ἐμου̃ ὁ πέμψας με πατήρ
19 ἔλεγον οὐ̃ν αὐτω̨̃ που̃ ἐστιν ὁ πατήρ σου ἀπεκρίθη ’Ιησου̃ς οὔτε ἐμὲ οἴδατε οὔτε τòν πατέρα μου εἰ ἐμὲ ἤ̨δειτε καὶ τòν πατέρα μου ἂν ἤ̨δειτε
20 ταυ̃τα τὰ ῥήματα ἐλάλησεν ἐν τω̨̃ γαζοφυλακίω̨ διδάσκων ἐν τω̨̃ ἱερω̨̃ καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτου̃
21 εἰ̃πεν οὐ̃ν πάλιν αὐτοι̃ς ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τη̨̃ ἁμαρτία̨ ὑμω̃ν ἀποθανει̃σθε ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν
22 ἔλεγον οὐ̃ν οἱ ’Ιουδαι̃οι μήτι ἀποκτενει̃ ἑαυτόν ὅτι λέγει ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν
23 καὶ ἔλεγεν αὐτοι̃ς ὑμει̃ς ἐκ τω̃ν κάτω ἐστέ ἐγὼ ἐκ τω̃ν ἄνω εἰμί ὑμει̃ς ἐκ τούτου του̃ κόσμου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου τούτου
24 εἰ̃πον οὐ̃ν ὑμι̃ν ὅτι ἀποθανει̃σθε ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανει̃σθε ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν
25 ἔλεγον οὐ̃ν αὐτω̨̃ σὺ τίς εἰ̃ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς τὴν ἀρχὴν ὅ τι καὶ λαλω̃ ὑμι̃ν
26 πολλὰ ἔχω περὶ ὑμω̃ν λαλει̃ν καὶ κρίνειν ἀλλ' ὁ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἃ ἤκουσα παρ' αὐτου̃ ταυ̃τα λαλω̃ εἰς τòν κόσμον
27 οὐκ ἔγνωσαν ὅτι τòν πατέρα αὐτοι̃ς ἔλεγεν
28 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὅταν ὑψώσητε τòν υἱòν του̃ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ' ἐμαυτου̃ ποιω̃ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταυ̃τα λαλω̃
29 καὶ ὁ πέμψας με μετ' ἐμου̃ ἐστιν οὐκ ἀφη̃κέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτω̨̃ ποιω̃ πάντοτε
30 ταυ̃τα αὐτου̃ λαλου̃ντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν
31 ἔλεγεν οὐ̃ν ὁ ’Ιησου̃ς πρòς τοὺς πεπιστευκότας αὐτω̨̃ ’Ιουδαίους ἐὰν ὑμει̃ς μείνητε ἐν τω̨̃ λόγω̨ τω̨̃ ἐμω̨̃ ἀληθω̃ς μαθηταί μού ἐστε
32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμα̃ς
33 ἀπεκρίθησαν πρòς αὐτόν σπέρμα ’Αβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πω̃ς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε
34 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ποιω̃ν τὴν ἁμαρτίαν δου̃λός ἐστιν τη̃ς ἁμαρτίας
35 ὁ δὲ δου̃λος οὐ μένει ἐν τη̨̃ οἰκία̨ εἰς τòν αἰω̃να ὁ υἱòς μένει εἰς τòν αἰω̃να
36 ἐὰν οὐ̃ν ὁ υἱòς ὑμα̃ς ἐλευθερώση̨ ὄντως ἐλεύθεροι ἔσεσθε
37 οἰ̃δα ὅτι σπέρμα ’Αβραάμ ἐστε ἀλλὰ ζητει̃τέ με ἀποκτει̃ναι ὅτι ὁ λόγος ὁ ἐμòς οὐ χωρει̃ ἐν ὑμι̃ν
38 ἃ ἐγὼ ἑώρακα παρὰ τω̨̃ πατρὶ λαλω̃ καὶ ὑμει̃ς οὐ̃ν ἃ ἠκούσατε παρὰ του̃ πατρòς ποιει̃τε
39 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ ὁ πατὴρ ἡμω̃ν ’Αβραάμ ἐστιν λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ τέκνα του̃ ’Αβραάμ ἐστε τὰ ἔργα του̃ ’Αβραὰμ ἐποιει̃τε
40 νυ̃ν δὲ ζητει̃τέ με ἀποκτει̃ναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμι̃ν λελάληκα ἣν ἤκουσα παρὰ του̃ θεου̃ του̃το ’Αβραὰμ οὐκ ἐποίησεν
41 ὑμει̃ς ποιει̃τε τὰ ἔργα του̃ πατρòς ὑμω̃ν εἰ̃παν οὐ̃ν αὐτω̨̃ ἡμει̃ς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν τòν θεόν
42 εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ ὁ θεòς πατὴρ ὑμω̃ν ἠ̃ν ἠγαπα̃τε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ του̃ θεου̃ ἐξη̃λθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ' ἐμαυτου̃ ἐλήλυθα ἀλλ' ἐκει̃νός με ἀπέστειλεν
43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τòν λόγον τòν ἐμόν
44 ὑμει̃ς ἐκ του̃ πατρòς του̃ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας του̃ πατρòς ὑμω̃ν θέλετε ποιει̃ν ἐκει̃νος ἀνθρωποκτόνος ἠ̃ν ἀπ' ἀρχη̃ς καὶ ἐν τη̨̃ ἀληθεία̨ οὐκ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτω̨̃ ὅταν λαλη̨̃ τò ψευ̃δος ἐκ τω̃ν ἰδίων λαλει̃ ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτου̃
45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι
46 τίς ἐξ ὑμω̃ν ἐλέγχει με περὶ ἁμαρτίας εἰ ἀλήθειαν λέγω διὰ τί ὑμει̃ς οὐ πιστεύετέ μοι
47 ὁ ὢν ἐκ του̃ θεου̃ τὰ ῥήματα του̃ θεου̃ ἀκούει διὰ του̃το ὑμει̃ς οὐκ ἀκούετε ὅτι ἐκ του̃ θεου̃ οὐκ ἐστέ
48 ἀπεκρίθησαν οἱ ’Ιουδαι̃οι καὶ εἰ̃παν αὐτω̨̃ οὐ καλω̃ς λέγομεν ἡμει̃ς ὅτι Σαμαρίτης εἰ̃ σὺ καὶ δαιμόνιον ἔχεις
49 ἀπεκρίθη ’Ιησου̃ς ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμω̃ τòν πατέρα μου καὶ ὑμει̃ς ἀτιμάζετέ με
50 ἐγὼ δὲ οὐ ζητω̃ τὴν δόξαν μου ἔστιν ὁ ζητω̃ν καὶ κρίνων
51 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐάν τις τòν ἐμòν λόγον τηρήση̨ θάνατον οὐ μὴ θεωρήση̨ εἰς τòν αἰω̃να
52 εἰ̃πον οὐ̃ν αὐτω̨̃ οἱ ’Ιουδαι̃οι νυ̃ν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις ’Αβραὰμ ἀπέθανεν καὶ οἱ προφη̃ται καὶ σὺ λέγεις ἐάν τις τòν λόγον μου τηρήση̨ οὐ μὴ γεύσηται θανάτου εἰς τòν αἰω̃να
53 μὴ σὺ μείζων εἰ̃ του̃ πατρòς ἡμω̃ν ’Αβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφη̃ται ἀπέθανον τίνα σεαυτòν ποιει̃ς
54 ἀπεκρίθη ’Ιησου̃ς ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν ἡ δόξα μου οὐδέν ἐστιν ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμει̃ς λέγετε ὅτι θεòς ἡμω̃ν ἐστιν
55 καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἰ̃δα αὐτόν κἂν εἴπω ὅτι οὐκ οἰ̃δα αὐτόν ἔσομαι ὅμοιος ὑμι̃ν ψεύστης ἀλλὰ οἰ̃δα αὐτòν καὶ τòν λόγον αὐτου̃ τηρω̃
56 ’Αβραὰμ ὁ πατὴρ ὑμω̃ν ἠγαλλιάσατο ἵνα ἴδη̨ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἰ̃δεν καὶ ἐχάρη
57 εἰ̃πον οὐ̃ν οἱ ’Ιουδαι̃οι πρòς αὐτόν πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ ’Αβραὰμ ἑώρακας
58 εἰ̃πεν αὐτοι̃ς ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν πρὶν ’Αβραὰμ γενέσθαι ἐγὼ εἰμί
59 ἠ̃ραν οὐ̃ν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν ’Ιησου̃ς δὲ ἐκρύβη καὶ ἐξη̃λθεν ἐκ του̃ ἱερου̃

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 9

1 καὶ παράγων εἰ̃δεν ἄνθρωπον τυφλòν ἐκ γενετη̃ς
2 καὶ ἠρώτησαν αὐτòν οἱ μαθηταὶ αὐτου̃ λέγοντες ῥαββί τίς ἥμαρτεν οὑ̃τος ἢ οἱ γονει̃ς αὐτου̃ ἵνα τυφλòς γεννηθη̨̃
3 ἀπεκρίθη ’Ιησου̃ς οὔτε οὑ̃τος ἥμαρτεν οὔτε οἱ γονει̃ς αὐτου̃ ἀλλ' ἵνα φανερωθη̨̃ τὰ ἔργα του̃ θεου̃ ἐν αὐτω̨̃
4 ἡμα̃ς δει̃ ἐργάζεσθαι τὰ ἔργα του̃ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι
5 ὅταν ἐν τω̨̃ κόσμω̨ ὠ̃ φω̃ς εἰμι του̃ κόσμου
6 ταυ̃τα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλòν ἐκ του̃ πτύσματος καὶ ἐπέχρισεν αὐτου̃ τòν πηλòν ἐπὶ τοὺς ὀφθαλμοὺς
7 καὶ εἰ̃πεν αὐτω̨̃ ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν του̃ Σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος ἀπη̃λθεν οὐ̃ν καὶ ἐνίψατο καὶ ἠ̃λθεν βλέπων
8 οἱ οὐ̃ν γείτονες καὶ οἱ θεωρου̃ντες αὐτòν τò πρότερον ὅτι προσαίτης ἠ̃ν ἔλεγον οὐχ οὑ̃τός ἐστιν ὁ καθήμενος καὶ προσαιτω̃ν
9 ἄλλοι ἔλεγον ὅτι οὑ̃τός ἐστιν ἄλλοι ἔλεγον οὐχί ἀλλὰ ὅμοιος αὐτω̨̃ ἐστιν ἐκει̃νος ἔλεγεν ὅτι ἐγώ εἰμι
10 ἔλεγον οὐ̃ν αὐτω̨̃ πω̃ς οὐ̃ν ἠνεώ̨χθησάν σου οἱ ὀφθαλμοί
11 ἀπεκρίθη ἐκει̃νος ὁ ἄνθρωπος ὁ λεγόμενος ’Ιησου̃ς πηλòν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἰ̃πέν μοι ὅτι ὕπαγε εἰς τòν Σιλωὰμ καὶ νίψαι ἀπελθὼν οὐ̃ν καὶ νιψάμενος ἀνέβλεψα
12 καὶ εἰ̃παν αὐτω̨̃ που̃ ἐστιν ἐκει̃νος λέγει οὐκ οἰ̃δα
13 ἄγουσιν αὐτòν πρòς τοὺς Φαρισαίους τόν ποτε τυφλόν
14 ἠ̃ν δὲ σάββατον ἐν ἡ̨̃ ἡμέρα̨ τòν πηλòν ἐποίησεν ὁ ’Ιησου̃ς καὶ ἀνέω̨ξεν αὐτου̃ τοὺς ὀφθαλμούς
15 πάλιν οὐ̃ν ἠρώτων αὐτòν καὶ οἱ Φαρισαι̃οι πω̃ς ἀνέβλεψεν ὁ δὲ εἰ̃πεν αὐτοι̃ς πηλòν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς καὶ ἐνιψάμην καὶ βλέπω
16 ἔλεγον οὐ̃ν ἐκ τω̃ν Φαρισαίων τινές οὐκ ἔστιν οὑ̃τος παρὰ θεου̃ ὁ ἄνθρωπος ὅτι τò σάββατον οὐ τηρει̃ ἄλλοι δὲ ἔλεγον πω̃ς δύναται ἄνθρωπος ἁμαρτωλòς τοιαυ̃τα σημει̃α ποιει̃ν καὶ σχίσμα ἠ̃ν ἐν αὐτοι̃ς
17 λέγουσιν οὐ̃ν τω̨̃ τυφλω̨̃ πάλιν τί σὺ λέγεις περὶ αὐτου̃ ὅτι ἠνέω̨ξέν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἰ̃πεν ὅτι προφήτης ἐστίν
18 οὐκ ἐπίστευσαν οὐ̃ν οἱ ’Ιουδαι̃οι περὶ αὐτου̃ ὅτι ἠ̃ν τυφλòς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονει̃ς αὐτου̃ του̃ ἀναβλέψαντος
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὑ̃τός ἐστιν ὁ υἱòς ὑμω̃ν ὃν ὑμει̃ς λέγετε ὅτι τυφλòς ἐγεννήθη πω̃ς οὐ̃ν βλέπει ἄρτι
20 ἀπεκρίθησαν οὐ̃ν οἱ γονει̃ς αὐτου̃ καὶ εἰ̃παν οἴδαμεν ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς ἡμω̃ν καὶ ὅτι τυφλòς ἐγεννήθη
21 πω̃ς δὲ νυ̃ν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτου̃ τοὺς ὀφθαλμοὺς ἡμει̃ς οὐκ οἴδαμεν αὐτòν ἐρωτήσατε ἡλικίαν ἔχει αὐτòς περὶ ἑαυτου̃ λαλήσει
22 ταυ̃τα εἰ̃παν οἱ γονει̃ς αὐτου̃ ὅτι ἐφοβου̃ντο τοὺς ’Ιουδαίους ἤδη γὰρ συνετέθειντο οἱ ’Ιουδαι̃οι ἵνα ἐάν τις αὐτòν ὁμολογήση̨ Χριστόν ἀποσυνάγωγος γένηται
23 διὰ του̃το οἱ γονει̃ς αὐτου̃ εἰ̃παν ὅτι ἡλικίαν ἔχει αὐτòν ἐπερωτήσατε
24 ἐφώνησαν οὐ̃ν τòν ἄνθρωπον ἐκ δευτέρου ὃς ἠ̃ν τυφλòς καὶ εἰ̃παν αὐτω̨̃ δòς δόξαν τω̨̃ θεω̨̃ ἡμει̃ς οἴδαμεν ὅτι οὑ̃τος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν
25 ἀπεκρίθη οὐ̃ν ἐκει̃νος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἰ̃δα ἓν οἰ̃δα ὅτι τυφλòς ὢν ἄρτι βλέπω
26 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί ἐποίησέν σοι πω̃ς ἤνοιξέν σου τοὺς ὀφθαλμούς
27 ἀπεκρίθη αὐτοι̃ς εἰ̃πον ὑμι̃ν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμει̃ς θέλετε αὐτου̃ μαθηταὶ γενέσθαι
28 καὶ ἐλοιδόρησαν αὐτòν καὶ εἰ̃πον σὺ μαθητὴς εἰ̃ ἐκείνου ἡμει̃ς δὲ του̃ Μωϋσέως ἐσμὲν μαθηταί
29 ἡμει̃ς οἴδαμεν ὅτι Μωϋσει̃ λελάληκεν ὁ θεός του̃τον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἰ̃πεν αὐτοι̃ς ἐν τούτω̨ γὰρ τò θαυμαστόν ἐστιν ὅτι ὑμει̃ς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς
31 οἴδαμεν ὅτι ἁμαρτωλω̃ν ὁ θεòς οὐκ ἀκούει ἀλλ' ἐάν τις θεοσεβὴς ἠ̨̃ καὶ τò θέλημα αὐτου̃ ποιη̨̃ τούτου ἀκούει
32 ἐκ του̃ αἰω̃νος οὐκ ἠκούσθη ὅτι ἠνέω̨ξέν τις ὀφθαλμοὺς τυφλου̃ γεγεννημένου
33 εἰ μὴ ἠ̃ν οὑ̃τος παρὰ θεου̃ οὐκ ἠδύνατο ποιει̃ν οὐδέν
34 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμα̃ς καὶ ἐξέβαλον αὐτòν ἔξω
35 ἤκουσεν ’Ιησου̃ς ὅτι ἐξέβαλον αὐτòν ἔξω καὶ εὑρὼν αὐτòν εἰ̃πεν σὺ πιστεύεις εἰς τòν υἱòν του̃ ἀνθρώπου
36 ἀπεκρίθη ἐκει̃νος καὶ εἰ̃πεν καὶ τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν
37 εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ ἑώρακας αὐτòν καὶ ὁ λαλω̃ν μετὰ σου̃ ἐκει̃νός ἐστιν
38 ὁ δὲ ἔφη πιστεύω κύριε καὶ προσεκύνησεν αὐτω̨̃
39 καὶ εἰ̃πεν ὁ ’Ιησου̃ς εἰς κρίμα ἐγὼ εἰς τòν κόσμον του̃τον ἠ̃λθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται
40 ἤκουσαν ἐκ τω̃ν Φαρισαίων ταυ̃τα οἱ μετ' αὐτου̃ ὄντες καὶ εἰ̃πον αὐτω̨̃ μὴ καὶ ἡμει̃ς τυφλοί ἐσμεν
41 εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ τυφλοὶ ἠ̃τε οὐκ ἂν εἴχετε ἁμαρτίαν νυ̃ν δὲ λέγετε ὅτι βλέπομεν ἡ ἁμαρτία ὑμω̃ν μένει

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 10,  στἰχοι 1-21

1 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ μὴ εἰσερχόμενος διὰ τη̃ς θύρας εἰς τὴν αὐλὴν τω̃ν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκει̃νος κλέπτης ἐστὶν καὶ λη̨στής
2 ὁ δὲ εἰσερχόμενος διὰ τη̃ς θύρας ποιμήν ἐστιν τω̃ν προβάτων
3 τούτω̨ ὁ θυρωρòς ἀνοίγει καὶ τὰ πρόβατα τη̃ς φωνη̃ς αὐτου̃ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνει̃ κατ' ὄνομα καὶ ἐξάγει αὐτά
4 ὅταν τὰ ἴδια πάντα ἐκβάλη̨ ἔμπροσθεν αὐτω̃ν πορεύεται καὶ τὰ πρόβατα αὐτω̨̃ ἀκολουθει̃ ὅτι οἴδασιν τὴν φωνὴν αὐτου̃
5 ἀλλοτρίω̨ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ' αὐτου̃ ὅτι οὐκ οἴδασιν τω̃ν ἀλλοτρίων τὴν φωνήν
6 ταύτην τὴν παροιμίαν εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἐκει̃νοι δὲ οὐκ ἔγνωσαν τίνα ἠ̃ν ἃ ἐλάλει αὐτοι̃ς
7 εἰ̃πεν οὐ̃ν πάλιν ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι ἐγώ εἰμι ἡ θύρα τω̃ν προβάτων
8 πάντες ὅσοι ἠ̃λθον πρò ἐμου̃ κλέπται εἰσὶν καὶ λη̨σταί ἀλλ' οὐκ ἤκουσαν αὐτω̃ν τὰ πρόβατα
9 ἐγώ εἰμι ἡ θύρα δι' ἐμου̃ ἐάν τις εἰσέλθη̨ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει
10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψη̨ καὶ θύση̨ καὶ ἀπολέση̨ ἐγὼ ἠ̃λθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσòν ἔχωσιν
11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ὁ ποιμὴν ὁ καλòς τὴν ψυχὴν αὐτου̃ τίθησιν ὑπὲρ τω̃ν προβάτων
12 ὁ μισθωτòς καὶ οὐκ ὢν ποιμήν οὑ̃ οὐκ ἔστιν τὰ πρόβατα ἴδια θεωρει̃ τòν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπιζει τα προβατα
13 ο δε μισθωτος φευγει οτι μισθωτος εστιν και ου μελει αυτω περι των προβατων
14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά
15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τòν πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τω̃ν προβάτων
16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τη̃ς αὐλη̃ς ταύτης κἀκει̃να δει̃ με ἀγαγει̃ν καὶ τη̃ς φωνη̃ς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη εἱ̃ς ποιμήν
17 διὰ του̃τό με ὁ πατὴρ ἀγαπα̨̃ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν
18 οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμου̃ ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτου̃ ἐξουσίαν ἔχω θει̃ναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβει̃ν αὐτήν ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ του̃ πατρός μου
19 σχίσμα πάλιν ἐγένετο ἐν τοι̃ς ’Ιουδαίοις διὰ τοὺς λόγους τούτους
20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτω̃ν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτου̃ ἀκούετε
21 ἄλλοι ἔλεγον ταυ̃τα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου μὴ δαιμόνιον δύναται τυφλω̃ν ὀφθαλμοὺς ἀνοι̃ξαι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).