ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 8,
στἰχοι 1-11
1 ’Ιησου̃ς δὲ ἐπορεύθη εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν |
2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τò ἱερόν καὶ πα̃ς ὁ λαòς ἤρχετο πρòς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς |
3 ἄγουσιν δὲ οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι γυναι̃κα ἐπὶ μοιχεία̨ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσω̨ |
4 λέγουσιν αὐτω̨̃ διδάσκαλε αὕτη ἡ γυνὴ κατείληπται ἐπ' αὐτοφώρω̨ μοιχευομένη |
5 ἐν δὲ τω̨̃ νόμω̨ ἡμι̃ν Μωϋση̃ς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν σὺ οὐ̃ν τί λέγεις |
6 του̃το δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν κατηγορει̃ν αὐτου̃ ὁ δὲ ’Ιησου̃ς κάτω κύψας τω̨̃ δακτύλω̨ κατέγραφεν εἰς τὴν γη̃ν |
7 ὡς δὲ ἐπέμενον ἐρωτω̃ντες αὐτόν ἀνέκυψεν καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἀναμάρτητος ὑμω̃ν πρω̃τος ἐπ' αὐτὴν βαλέτω λίθον |
8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γη̃ν |
9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἱ̃ς καθ' εἱ̃ς ἀρξάμενοι ἀπò τω̃ν πρεσβυτέρων καὶ κατελείφθη μόνος καὶ ἡ γυνὴ ἐν μέσω̨ οὐ̃σα |
10 ἀνακύψας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτη̨̃ γύναι που̃ εἰσιν οὐδείς σε κατέκρινεν |
11 ἡ δὲ εἰ̃πεν οὐδείς κύριε εἰ̃πεν δὲ ὁ ’Ιησου̃ς οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ ἀπò του̃ νυ̃ν μηκέτι ἁμάρτανε |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.