ΚΡΙΤΑΙ,
κεφαλίς 9,
στἰχοι 8-15
8 πορευόμενα ἐπορεύθη τὰ ξύλα του̃ χρι̃σαι ἐφ' ἑαυτὰ βασιλέα καὶ εἰ̃πον τη̨̃ ἐλαία̨ βασίλευσον ἐφ' ἡμω̃ν |
9 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ἡ̨̃ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων |
10 καὶ εἰ̃πον τὰ ξύλα τη̨̃ συκη̨̃ δευ̃ρο βασίλευσον ἐφ' ἡμω̃ν |
11 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ συκη̃ μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων |
12 καὶ εἰ̃παν τὰ ξύλα πρὸς τὴν ἄμπελον δευ̃ρο σὺ βασίλευσον ἐφ' ἡμω̃ν |
13 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἰ̃νόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων |
14 καὶ εἰ̃παν πάντα τὰ ξύλα τη̨̃ ῥάμνω̨ δευ̃ρο σὺ βασίλευσον ἐφ' ἡμω̃ν |
15 καὶ εἰ̃πεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθεία̨ χρίετέ με ὑμει̃ς του̃ βασιλεύειν ἐφ' ὑμα̃ς δευ̃τε ὑπόστητε ἐν τη̨̃ σκια̨̃ μου καὶ εἰ μή ἐξέλθη̨ πυ̃ρ ἀπ' ἐμου̃ καὶ καταφάγη̨ τὰς κέδρους του̃ Λιβάνου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.