ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 10,
στἰχοι 7-16
7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τω̃ν οὐρανω̃ν |
8 ἀσθενου̃ντας θεραπεύετε νεκροὺς ἐγείρετε λεπροὺς καθαρίζετε δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε δωρεὰν δότε |
9 μὴ κτήσησθε χρυσòν μηδὲ ἄργυρον μηδὲ χαλκòν εἰς τὰς ζώνας ὑμω̃ν |
10 μὴ πήραν εἰς ὁδòν μηδὲ δύο χιτω̃νας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον ἄξιος γὰρ ὁ ἐργάτης τη̃ς τροφη̃ς αὐτου̃ |
11 εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτη̨̃ ἄξιός ἐστιν κἀκει̃ μείνατε ἕως ἂν ἐξέλθητε |
12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν |
13 καὶ ἐὰν μὲν ἠ̨̃ ἡ οἰκία ἀξία ἐλθάτω ἡ εἰρήνη ὑμω̃ν ἐπ' αὐτήν ἐὰν δὲ μὴ ἠ̨̃ ἀξία ἡ εἰρήνη ὑμω̃ν πρòς ὑμα̃ς ἐπιστραφήτω |
14 καὶ ὃς ἂν μὴ δέξηται ὑμα̃ς μηδὲ ἀκούση̨ τοὺς λόγους ὑμω̃ν ἐξερχόμενοι ἔξω τη̃ς οἰκίας ἢ τη̃ς πόλεως ἐκείνης ἐκτινάξατε τòν κονιορτòν τω̃ν ποδω̃ν ὑμω̃ν |
15 ἀμὴν λέγω ὑμι̃ν ἀνεκτότερον ἔσται γη̨̃ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρα̨ κρίσεως ἢ τη̨̃ πόλει ἐκείνη̨ |
16 ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμα̃ς ὡς πρόβατα ἐν μέσω̨ λύκων γίνεσθε οὐ̃ν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.