ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 14,
στἰχοι 25-33
25 τετάρτη̨ δὲ φυλακη̨̃ τη̃ς νυκτòς ἠ̃λθεν πρòς αὐτοὺς περιπατω̃ν ἐπὶ τὴν θάλασσαν |
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτòν ἐπὶ τη̃ς θαλάσσης περιπατου̃ντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν καὶ ἀπò του̃ φόβου ἔκραξαν |
27 εὐθὺς δὲ ἐλάλησεν ὁ ’Ιησου̃ς αὐτοι̃ς λέγων θαρσει̃τε ἐγώ εἰμι μὴ φοβει̃σθε |
28 ἀποκριθεὶς δὲ αὐτω̨̃ ὁ Πέτρος εἰ̃πεν κύριε εἰ σὺ εἰ̃ κέλευσόν με ἐλθει̃ν πρòς σὲ ἐπὶ τὰ ὕδατα |
29 ὁ δὲ εἰ̃πεν ἐλθέ καὶ καταβὰς ἀπò του̃ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἠ̃λθεν πρòς τòν ’Ιησου̃ν |
30 βλέπων δὲ τòν ἄνεμον ἰσχυρòν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων κύριε σω̃σόν με |
31 εὐθέως δὲ ὁ ’Ιησου̃ς ἐκτείνας τὴν χει̃ρα ἐπελάβετο αὐτου̃ καὶ λέγει αὐτω̨̃ ὀλιγόπιστε εἰς τί ἐδίστασας |
32 καὶ ἀναβάντων αὐτω̃ν εἰς τò πλοι̃ον ἐκόπασεν ὁ ἄνεμος |
33 οἱ δὲ ἐν τω̨̃ πλοίω̨ προσεκύνησαν αὐτω̨̃ λέγοντες ἀληθω̃ς θεου̃ υἱòς εἰ̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.