Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 6

προσέχετε δὲ τὴν δικαιοσύνην ὑμω̃ν μὴ ποιει̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων πρòς τò θεαθη̃ναι αὐτοι̃ς εἰ δὲ μή γε μισθòν οὐκ ἔχετε παρὰ τω̨̃ πατρὶ ὑμω̃ν τω̨̃ ἐν τοι̃ς οὐρανοι̃ς
ὅταν οὐ̃ν ποιη̨̃ς ἐλεημοσύνην μὴ σαλπίση̨ς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποιου̃σιν ἐν ται̃ς συναγωγαι̃ς καὶ ἐν ται̃ς ῥύμαις ὅπως δοξασθω̃σιν ὑπò τω̃ν ἀνθρώπων ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν
σου̃ δὲ ποιου̃ντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιει̃ ἡ δεξιά σου
ὅπως ἠ̨̃ σου ἡ ἐλεημοσύνη ἐν τω̨̃ κρυπτω̨̃ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυπτω̨̃ ἀποδώσει σοι
καὶ ὅταν προσεύχησθε οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί ὅτι φιλου̃σιν ἐν ται̃ς συναγωγαι̃ς καὶ ἐν ται̃ς γωνίαις τω̃ν πλατειω̃ν ἑστω̃τες προσεύχεσθαι ὅπως φανω̃σιν τοι̃ς ἀνθρώποις ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν
σὺ δὲ ὅταν προσεύχη̨ εἴσελθε εἰς τò ταμει̃όν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τω̨̃ πατρί σου τω̨̃ ἐν τω̨̃ κρυπτω̨̃ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυπτω̨̃ ἀποδώσει σοι
προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί δοκου̃σιν γὰρ ὅτι ἐν τη̨̃ πολυλογία̨ αὐτω̃ν εἰσακουσθήσονται
μὴ οὐ̃ν ὁμοιωθη̃τε αὐτοι̃ς οἰ̃δεν γὰρ ὁ πατὴρ ὑμω̃ν ὡ̃ν χρείαν ἔχετε πρò του̃ ὑμα̃ς αἰτη̃σαι αὐτόν
οὕτως οὐ̃ν προσεύχεσθε ὑμει̃ς πάτερ ἡμω̃ν ὁ ἐν τοι̃ς οὐρανοι̃ς ἁγιασθήτω τò ὄνομά σου
10 ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τò θέλημά σου ὡς ἐν οὐρανω̨̃ καὶ ἐπὶ γη̃ς
11 τòν ἄρτον ἡμω̃ν τòν ἐπιούσιον δòς ἡμι̃ν σήμερον
12 καὶ ἄφες ἡμι̃ν τὰ ὀφειλήματα ἡμω̃ν ὡς καὶ ἡμει̃ς ἀφήκαμεν τοι̃ς ὀφειλέταις ἡμω̃ν
13 καὶ μὴ εἰσενέγκη̨ς ἡμα̃ς εἰς πειρασμόν ἀλλὰ ῥυ̃σαι ἡμα̃ς ἀπò του̃ πονηρου̃
14 ἐὰν γὰρ ἀφη̃τε τοι̃ς ἀνθρώποις τὰ παραπτώματα αὐτω̃ν ἀφήσει καὶ ὑμι̃ν ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος
15 ἐὰν δὲ μὴ ἀφη̃τε τοι̃ς ἀνθρώποις οὐδὲ ὁ πατὴρ ὑμω̃ν ἀφήσει τὰ παραπτώματα ὑμω̃ν
16 ὅταν δὲ νηστεύητε μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτω̃ν ὅπως φανω̃σιν τοι̃ς ἀνθρώποις νηστεύοντες ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν
17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τò πρόσωπόν σου νίψαι
18 ὅπως μὴ φανη̨̃ς τοι̃ς ἀνθρώποις νηστεύων ἀλλὰ τω̨̃ πατρί σου τω̨̃ ἐν τω̨̃ κρυφαίω̨ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυφαίω̨ ἀποδώσει σοι
19 μὴ θησαυρίζετε ὑμι̃ν θησαυροὺς ἐπὶ τη̃ς γη̃ς ὅπου σὴς καὶ βρω̃σις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν
20 θησαυρίζετε δὲ ὑμι̃ν θησαυροὺς ἐν οὐρανω̨̃ ὅπου οὔτε σὴς οὔτε βρω̃σις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν
21 ὅπου γάρ ἐστιν ὁ θησαυρός σου ἐκει̃ ἔσται καὶ ἡ καρδία σου
22 ὁ λύχνος του̃ σώματός ἐστιν ὁ ὀφθαλμός ἐὰν οὐ̃ν ἠ̨̃ ὁ ὀφθαλμός σου ἁπλου̃ς ὅλον τò σω̃μά σου φωτεινòν ἔσται
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρòς ἠ̨̃ ὅλον τò σω̃μά σου σκοτεινòν ἔσται εἰ οὐ̃ν τò φω̃ς τò ἐν σοὶ σκότος ἐστίν τò σκότος πόσον
24 οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ἢ γὰρ τòν ἕνα μισήσει καὶ τòν ἕτερον ἀγαπήσει ἢ ἑνòς ἀνθέξεται καὶ του̃ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεω̨̃ δουλεύειν καὶ μαμωνα̨̃
25 διὰ του̃το λέγω ὑμι̃ν μὴ μεριμνα̃τε τη̨̃ ψυχη̨̃ ὑμω̃ν τί φάγητε ἢ τί πίητε μηδὲ τω̨̃ σώματι ὑμω̃ν τί ἐνδύσησθε οὐχὶ ἡ ψυχὴ πλει̃όν ἐστιν τη̃ς τροφη̃ς καὶ τò σω̃μα του̃ ἐνδύματος
26 ἐμβλέψατε εἰς τὰ πετεινὰ του̃ οὐρανου̃ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος τρέφει αὐτά οὐχ ὑμει̃ς μα̃λλον διαφέρετε αὐτω̃ν
27 τίς δὲ ἐξ ὑμω̃ν μεριμνω̃ν δύναται προσθει̃ναι ἐπὶ τὴν ἡλικίαν αὐτου̃ πη̃χυν ἕνα
28 καὶ περὶ ἐνδύματος τί μεριμνα̃τε καταμάθετε τὰ κρίνα του̃ ἀγρου̃ πω̃ς αὐξάνουσιν οὐ κοπιω̃σιν οὐδὲ νήθουσιν
29 λέγω δὲ ὑμι̃ν ὅτι οὐδὲ Σολομὼν ἐν πάση̨ τη̨̃ δόξη̨ αὐτου̃ περιεβάλετο ὡς ἓν τούτων
30 εἰ δὲ τòν χόρτον του̃ ἀγρου̃ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεòς οὕτως ἀμφιέννυσιν οὐ πολλω̨̃ μα̃λλον ὑμα̃ς ὀλιγόπιστοι
31 μὴ οὐ̃ν μεριμνήσητε λέγοντες τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα
32 πάντα γὰρ ταυ̃τα τὰ ἔθνη ἐπιζητου̃σιν οἰ̃δεν γὰρ ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος ὅτι χρή̨ζετε τούτων ἁπάντων
33 ζητει̃τε δὲ πρω̃τον τὴν βασιλείαν του̃ θεου̃ καὶ τὴν δικαιοσύνην αὐτου̃ καὶ ταυ̃τα πάντα προστεθήσεται ὑμι̃ν
34 μὴ οὐ̃ν μεριμνήσητε εἰς τὴν αὔριον ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτη̃ς ἀρκετòν τη̨̃ ἡμέρα̨ ἡ κακία αὐτη̃ς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).