1 παροιμίαι Σαλωμω̃ντος υἱου̃ Δαυιδ ὃς ἐβασίλευσεν ἐν Ισραηλ |
2 γνω̃ναι σοφίαν καὶ παιδείαν νοη̃σαί τε λόγους φρονήσεως |
3 δέξασθαί τε στροφὰς λόγων νοη̃σαί τε δικαιοσύνην ἀληθη̃ καὶ κρίμα κατευθύνειν |
4 ἵνα δω̨̃ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέω̨ αἴσθησίν τε καὶ ἔννοιαν |
5 τω̃νδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται |
6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφω̃ν καὶ αἰνίγματα |
7 ἀρχὴ σοφίας φόβος θεου̃ σύνεσις δὲ ἀγαθὴ πα̃σι τοι̃ς ποιου̃σιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβει̃ς ἐξουθενήσουσιν |
8 ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώση̨ θεσμοὺς μητρός σου |
9 στέφανον γὰρ χαρίτων δέξη̨ ση̨̃ κορυφη̨̃ καὶ κλοιὸν χρύσεον περὶ σω̨̃ τραχήλω̨ |
10 υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβει̃ς μηδὲ βουληθη̨̃ς ἐὰν παρακαλέσωσί σε λέγοντες |
11 ἐλθὲ μεθ' ἡμω̃ν κοινώνησον αἵματος κρύψωμεν δὲ εἰς γη̃ν ἄνδρα δίκαιον ἀδίκως |
12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ἅ̨δης ζω̃ντα καὶ ἄρωμεν αὐτου̃ τὴν μνήμην ἐκ γη̃ς |
13 τὴν κτη̃σιν αὐτου̃ τὴν πολυτελη̃ καταλαβώμεθα πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων |
14 τὸν δὲ σὸν κλη̃ρον βάλε ἐν ἡμι̃ν κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμι̃ν |
15 μὴ πορευθη̨̃ς ἐν ὁδω̨̃ μετ' αὐτω̃ν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τω̃ν τρίβων αὐτω̃ν |
16 οἱ γὰρ πόδες αὐτω̃ν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ του̃ ἐκχέαι αἱ̃μα |
17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοι̃ς |
18 αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοι̃ς κακά ἡ δὲ καταστροφὴ ἀνδρω̃ν παρανόμων κακή |
19 αὑ̃ται αἱ ὁδοί εἰσιν πάντων τω̃ν συντελούντων τὰ ἄνομα τη̨̃ γὰρ ἀσεβεία̨ τὴν ἑαυτω̃ν ψυχὴν ἀφαιρου̃νται |
20 σοφία ἐν ἐξόδοις ὑμνει̃ται ἐν δὲ πλατείαις παρρησίαν ἄγει |
21 ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται ἐπὶ δὲ πύλαις δυναστω̃ν παρεδρεύει ἐπὶ δὲ πύλαις πόλεως θαρρου̃σα λέγει |
22 ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τη̃ς δικαιοσύνης οὐκ αἰσχυνθήσονται οἱ δὲ ἄφρονες τη̃ς ὕβρεως ὄντες ἐπιθυμηταί ἀσεβει̃ς γενόμενοι ἐμίσησαν αἴσθησιν |
23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις ἰδοὺ προήσομαι ὑμι̃ν ἐμη̃ς πνοη̃ς ῥη̃σιν διδάξω δὲ ὑμα̃ς τὸν ἐμὸν λόγον |
24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε |
25 ἀλλὰ ἀκύρους ἐποιει̃τε ἐμὰς βουλάς τοι̃ς δὲ ἐμοι̃ς ἐλέγχοις ἠπειθήσατε |
26 τοιγαρου̃ν κἀγὼ τη̨̃ ὑμετέρα̨ ἀπωλεία̨ ἐπιγελάσομαι καταχαρου̃μαι δέ ἡνίκα ἂν ἔρχηται ὑμι̃ν ὄλεθρος |
27 καὶ ὡς ἂν ἀφίκηται ὑμι̃ν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρη̨̃ καὶ ὅταν ἔρχηται ὑμι̃ν θλι̃ψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμι̃ν ὄλεθρος |
28 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμω̃ν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν |
29 ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον του̃ κυρίου οὐ προείλαντο |
30 οὐδὲ ἤθελον ἐμαι̃ς προσέχειν βουλαι̃ς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους |
31 τοιγαρου̃ν ἔδονται τη̃ς ἑαυτω̃ν ὁδου̃ τοὺς καρποὺς καὶ τη̃ς ἑαυτω̃ν ἀσεβείας πλησθήσονται |
32 ἀνθ' ὡ̃ν γὰρ ἠδίκουν νηπίους φονευθήσονται καὶ ἐξετασμὸς ἀσεβει̃ς ὀλει̃ |
33 ὁ δὲ ἐμου̃ ἀκούων κατασκηνώσει ἐπ' ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακου̃ |