ΠΑΡΟΙΜΙΑΙ,
κεφαλίς 31,
στἰχοι 10-31
10 γυναι̃κα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελω̃ν ἡ τοιαύτη |
11 θαρσει̃ ἐπ' αὐτη̨̃ ἡ καρδία του̃ ἀνδρὸς αὐτη̃ς ἡ τοιαύτη καλω̃ν σκύλων οὐκ ἀπορήσει |
12 ἐνεργει̃ γὰρ τω̨̃ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον |
13 μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ται̃ς χερσὶν αὐτη̃ς |
14 ἐγένετο ὡσεὶ ναυ̃ς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον |
15 καὶ ἀνίσταται ἐκ νυκτω̃ν καὶ ἔδωκεν βρώματα τω̨̃ οἴκω̨ καὶ ἔργα ται̃ς θεραπαίναις |
16 θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπω̃ν χειρω̃ν αὐτη̃ς κατεφύτευσεν κτη̃μα |
17 ἀναζωσαμένη ἰσχυρω̃ς τὴν ὀσφὺν αὐτη̃ς ἤρεισεν τοὺς βραχίονας αὐτη̃ς εἰς ἔργον |
18 ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτη̃ς |
19 τοὺς πήχεις αὐτη̃ς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χει̃ρας αὐτη̃ς ἐρείδει εἰς ἄτρακτον |
20 χει̃ρας δὲ αὐτη̃ς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχω̨̃ |
21 οὐ φροντίζει τω̃ν ἐν οἴκω̨ ὁ ἀνὴρ αὐτη̃ς ὅταν που χρονίζη̨ πάντες γὰρ οἱ παρ' αὐτη̃ς ἐνδιδύσκονται |
22 δισσὰς χλαίνας ἐποίησεν τω̨̃ ἀνδρὶ αὐτη̃ς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτη̨̃ ἐνδύματα |
23 περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτη̃ς ἡνίκα ἂν καθίση̨ ἐν συνεδρίω̨ μετὰ τω̃ν γερόντων κατοίκων τη̃ς γη̃ς |
24 σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοι̃ς Χαναναίοις |
25 στόμα αὐτη̃ς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τη̨̃ γλώσση̨ αὐτη̃ς |
26 ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις |
27 στεγναὶ διατριβαὶ οἴκων αὐτη̃ς σι̃τα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν |
28 τὸ στόμα δὲ ἀνοίγει σοφω̃ς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτη̃ς ἀνέστησεν τὰ τέκνα αὐτη̃ς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτη̃ς ἤ̨νεσεν αὐτήν |
29 πολλαὶ θυγατέρες ἐκτήσαντο πλου̃τον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερη̃ρας πάσας |
30 ψευδει̃ς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογει̃ται φόβον δὲ κυρίου αὕτη αἰνείτω |
31 δότε αὐτη̨̃ ἀπὸ καρπω̃ν χειρω̃ν αὐτη̃ς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτη̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.