Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 34

μὴ καυχω̃ τὰ εἰς αὔριον οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιου̃σα
ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη
βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων
ἀνελεήμων θυμὸς καὶ ὀξει̃α ὀργή ἀλλ' οὐδένα ὑφίσταται ζη̃λος
κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας
ἀξιοπιστότερά ἐστιν τραύματα φίλου ἢ ἑκούσια φιλήματα ἐχθρου̃
ψυχὴ ἐν πλησμονη̨̃ οὐ̃σα κηρίοις ἐμπαίζει ψυχη̨̃ δὲ ἐνδεει̃ καὶ τὰ πικρὰ γλυκει̃α φαίνεται
ὥσπερ ὅταν ὄρνεον καταπετασθη̨̃ ἐκ τη̃ς ἰδίας νοσσια̃ς οὕτως ἄνθρωπος δουλου̃ται ὅταν ἀποξενωθη̨̃ ἐκ τω̃ν ἰδίων τόπων
μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή
10 φίλον σὸν ἢ φίλον πατρω̨̃ον μὴ ἐγκαταλίπη̨ς εἰς δὲ τὸν οἰ̃κον του̃ ἀδελφου̃ σου μὴ εἰσέλθη̨ς ἀτυχω̃ν κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκω̃ν
11 σοφὸς γίνου υἱέ ἵνα εὐφραίνηταί μου ἡ καρδία καὶ ἀπόστρεψον ἀπὸ σου̃ ἐπονειδίστους λόγους
12 πανου̃ργος κακω̃ν ἐπερχομένων ἀπεκρύβη ἄφρονες δὲ ἐπελθόντες ζημίαν τείσουσιν
13 ἀφελου̃ τὸ ἱμάτιον αὐτου̃ παρη̃λθεν γάρ ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται
14 ὃς ἂν εὐλογη̨̃ φίλον τὸ πρωὶ μεγάλη̨ τη̨̃ φωνη̨̃ καταρωμένου οὐδὲν διαφέρειν δόξει
15 σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρα̨ χειμερινη̨̃ ἐκ του̃ οἴκου αὐτου̃ ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ του̃ ἰδίου οἴκου
16 βορέας σκληρὸς ἄνεμος ὀνόματι δὲ ἐπιδέξιος καλει̃ται
17 σίδηρος σίδηρον ὀξύνει ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου
18 ὃς φυτεύει συκη̃ν φάγεται τοὺς καρποὺς αὐτη̃ς ὃς δὲ φυλάσσει τὸν ἑαυτου̃ κύριον τιμηθήσεται
19 ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις οὕτως οὐδὲ αἱ καρδίαι τω̃ν ἀνθρώπων
20 ἅ̨δης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τω̃ν ἀνθρώπων ἄπληστοι
21 δοκίμιον ἀργύρω̨ καὶ χρυσω̨̃ πύρωσις ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν
22 ἐὰν μαστιγοι̃ς ἄφρονα ἐν μέσω̨ συνεδρίου ἀτιμάζων οὐ μὴ περιέλη̨ς τὴν ἀφροσύνην αὐτου̃
23 γνωστω̃ς ἐπιγνώση̨ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαι̃ς ἀγέλαις
24 ὅτι οὐ τὸν αἰω̃να ἀνδρὶ κράτος καὶ ἰσχύς οὐδὲ παραδίδωσιν ἐκ γενεα̃ς εἰς γενεάν
25 ἐπιμελου̃ τω̃ν ἐν τω̨̃ πεδίω̨ χλωρω̃ν καὶ κερει̃ς πόαν καὶ σύναγε χόρτον ὀρεινόν
26 ἵνα ἔχη̨ς πρόβατα εἰς ἱματισμόν τίμα πεδίον ἵνα ὠ̃σίν σοι ἄρνες
27 υἱέ παρ' ἐμου̃ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου καὶ εἰς τὴν ζωὴν σω̃ν θεραπόντων
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).