Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 35

1 φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν
2 δι' ἁμαρτίας ἀσεβω̃ν κρίσεις ἐγείρονται ἀνὴρ δὲ πανου̃ργος κατασβέσει αὐτάς
3 ἀνδρει̃ος ἐν ἀσεβείαις συκοφαντει̃ πτωχούς ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής
4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν οἱ δὲ ἀγαπω̃ντες τὸν νόμον περιβάλλουσιν ἑαυτοι̃ς τει̃χος
5 ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα οἱ δὲ ζητου̃ντες τὸν κύριον συνήσουσιν ἐν παντί
6 κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθεία̨ πλουσίου ψευδου̃ς
7 φυλάσσει νόμον υἱὸς συνετός ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα
8 ὁ πληθύνων τὸν πλου̃τον αὐτου̃ μετὰ τόκων καὶ πλεονασμω̃ν τω̨̃ ἐλεω̃ντι πτωχοὺς συνάγει αὐτόν
9 ὁ ἐκκλίνων τὸ οὐ̃ς αὐτου̃ του̃ μὴ εἰσακου̃σαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτου̃ ἐβδέλυκται
10 ὃς πλανα̨̃ εὐθει̃ς ἐν ὁδω̨̃ κακη̨̃ εἰς διαφθορὰν αὐτὸς ἐμπεσει̃ται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά
11 σοφὸς παρ' ἑαυτω̨̃ ἀνὴρ πλούσιος πένης δὲ νοήμων καταγνώσεται αὐτου̃
12 διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβω̃ν ἁλίσκονται ἄνθρωποι
13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτου̃ οὐκ εὐοδωθήσεται ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται
14 μακάριος ἀνήρ ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσει̃ται κακοι̃ς
15 λέων πεινω̃ν καὶ λύκος διψω̃ν ὃς τυραννει̃ πτωχὸς ὢν ἔθνους πενιχρου̃
16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης ὁ δὲ μισω̃ν ἀδικίαν μακρὸν χρόνον ζήσεται
17 ἄνδρα τὸν ἐν αἰτία̨ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλεία̨
18 ὁ πορευόμενος δικαίως βεβοήθηται ὁ δὲ σκολιαι̃ς ὁδοι̃ς πορευόμενος ἐμπλακήσεται
19 ὁ ἐργαζόμενος τὴν ἑαυτου̃ γη̃ν πλησθήσεται ἄρτων ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας
20 ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται
21 ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός ὁ τοιου̃τος ψωμου̃ ἄρτου ἀποδώσεται ἄνδρα
22 σπεύδει πλουτει̃ν ἀνὴρ βάσκανος καὶ οὐκ οἰ̃δεν ὅτι ἐλεήμων κρατήσει αὐτου̃
23 ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μα̃λλον του̃ γλωσσοχαριτου̃ντος
24 ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκει̃ μὴ ἁμαρτάνειν οὑ̃τος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβου̃ς
25 ἄπληστος ἀνὴρ κρίνει εἰκη̨̃ ὃς δὲ πέποιθεν ἐπὶ κύριον ἐν ἐπιμελεία̨ ἔσται
26 ὃς πέποιθεν θρασεία̨ καρδία̨ ὁ τοιου̃τος ἄφρων ὃς δὲ πορεύεται σοφία̨ σωθήσεται
27 ὃς δίδωσιν πτωχοι̃ς οὐκ ἐνδεηθήσεται ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτου̃ ἐν πολλη̨̃ ἀπορία̨ ἔσται
28 ἐν τόποις ἀσεβω̃ν στένουσι δίκαιοι ἐν δὲ τη̨̃ ἐκείνων ἀπωλεία̨ πληθυνθήσονται δίκαιοι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).