Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 36

κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου ἐξαπίνης γὰρ φλεγομένου αὐτου̃ οὐκ ἔστιν ἴασις
ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί ἀρχόντων δὲ ἀσεβω̃ν στένουσιν ἄνδρες
ἀνδρὸς φιλου̃ντος σοφίαν εὐφραίνεται πατὴρ αὐτου̃ ὃς δὲ ποιμαίνει πόρνας ἀπολει̃ πλου̃τον
βασιλεὺς δίκαιος ἀνίστησιν χώραν ἀνὴρ δὲ παράνομος κατασκάπτει
ὃς παρασκευάζεται ἐπὶ πρόσωπον του̃ ἑαυτου̃ φίλου δίκτυον περιβάλλει αὐτὸ τοι̃ς ἑαυτου̃ ποσίν
ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς δίκαιος δὲ ἐν χαρα̨̃ καὶ ἐν εὐφροσύνη̨ ἔσται
ἐπίσταται δίκαιος κρίνειν πενιχροι̃ς ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνω̃σιν καὶ πτωχω̨̃ οὐχ ὑπάρχει νου̃ς ἐπιγνώμων
ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν
ἀνὴρ σοφὸς κρίνει ἔθνη ἀνὴρ δὲ φαυ̃λος ὀργιζόμενος καταγελα̃ται καὶ οὐ καταπτήσσει
10 ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον οἱ δὲ εὐθει̃ς ἐκζητήσουσιν ψυχὴν αὐτου̃
11 ὅλον τὸν θυμὸν αὐτου̃ ἐκφέρει ἄφρων σοφὸς δὲ ταμιεύεται κατὰ μέρος
12 βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ' αὐτὸν παράνομοι
13 δανιστου̃ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιει̃ται ἀμφοτέρων ὁ κύριος
14 βασιλέως ἐν ἀληθεία̨ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτου̃ εἰς μαρτύριον κατασταθήσεται
15 πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν παι̃ς δὲ πλανώμενος αἰσχύνει γονει̃ς αὐτου̃
16 πολλω̃ν ὄντων ἀσεβω̃ν πολλαὶ γίνονται ἁμαρτίαι οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται
17 παίδευε υἱόν σου καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τη̨̃ ψυχη̨̃ σου
18 οὐ μὴ ὑπάρξη̨ ἐξηγητὴς ἔθνει παρανόμω̨ ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός
19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός ἐὰν γὰρ καὶ νοήση̨ ἀλλ' οὐχ ὑπακούσεται
20 ἐὰν ἴδη̨ς ἄνδρα ταχὺν ἐν λόγοις γίνωσκε ὅτι ἐλπίδα ἔχει μα̃λλον ἄφρων αὐτου̃
21 ὃς κατασπαταλα̨̃ ἐκ παιδός οἰκέτης ἔσται ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ' ἑαυτω̨̃
22 ἀνὴρ θυμώδης ὀρύσσει νει̃κος ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας
23 ὕβρις ἄνδρα ταπεινοι̃ τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξη̨ κύριος
24 ὃς μερίζεται κλέπτη̨ μισει̃ τὴν ἑαυτου̃ ψυχήν ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν
25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα ὃς δὲ πέποιθεν ἐπὶ τω̨̃ δεσπότη̨ σωθήσεται
26 πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί
27 βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος βδέλυγμα δὲ ἀνόμω̨ κατευθύνουσα ὁδός
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).