ΨΑΛΜΟΙ,
ψαλμὀς 145
1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἴνει ἡ ψυχή μου τὸν κύριον |
2 αἰνέσω κύριον ἐν ζωη̨̃ μου ψαλω̃ τω̨̃ θεω̨̃ μου ἕως ὑπάρχω |
3 μὴ πεποίθατε ἐπ' ἄρχοντας καὶ ἐφ' υἱοὺς ἀνθρώπων οἱ̃ς οὐκ ἔστιν σωτηρία |
4 ἐξελεύσεται τὸ πνευ̃μα αὐτου̃ καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἀπολου̃νται πάντες οἱ διαλογισμοὶ αὐτω̃ν |
5 μακάριος οὑ̃ ὁ θεὸς Ιακωβ βοηθός ἡ ἐλπὶς αὐτου̃ ἐπὶ κύριον τὸν θεὸν αὐτου̃ |
6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γη̃ν τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰω̃να |
7 ποιου̃ντα κρίμα τοι̃ς ἀδικουμένοις διδόντα τροφὴν τοι̃ς πεινω̃σιν κύριος λύει πεπεδημένους |
8 κύριος ἀνορθοι̃ κατερραγμένους κύριος σοφοι̃ τυφλούς κύριος ἀγαπα̨̃ δικαίους |
9 κύριος φυλάσσει τοὺς προσηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλω̃ν ἀφανιει̃ |
10 βασιλεύσει κύριος εἰς τὸν αἰω̃να ὁ θεός σου Σιων εἰς γενεὰν καὶ γενεάν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.