ΨΑΛΜΟΙ,
ψαλμὀς 146
1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἰνει̃τε τὸν κύριον ὅτι ἀγαθὸν ψαλμός τω̨̃ θεω̨̃ ἡμω̃ν ἡδυνθείη αἴνεσις |
2 οἰκοδομω̃ν Ιερουσαλημ ὁ κύριος καὶ τὰς διασπορὰς του̃ Ισραηλ ἐπισυνάξει |
3 ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτω̃ν |
4 ὁ ἀριθμω̃ν πλήθη ἄστρων καὶ πα̃σιν αὐτοι̃ς ὀνόματα καλω̃ν |
5 μέγας ὁ κύριος ἡμω̃ν καὶ μεγάλη ἡ ἰσχὺς αὐτου̃ καὶ τη̃ς συνέσεως αὐτου̃ οὐκ ἔστιν ἀριθμός |
6 ἀναλαμβάνων πραει̃ς ὁ κύριος ταπεινω̃ν δὲ ἁμαρτωλοὺς ἕως τη̃ς γη̃ς |
7 ἐξάρξατε τω̨̃ κυρίω̨ ἐν ἐξομολογήσει ψάλατε τω̨̃ θεω̨̃ ἡμω̃ν ἐν κιθάρα̨ |
8 τω̨̃ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις τω̨̃ ἑτοιμάζοντι τη̨̃ γη̨̃ ὑετόν τω̨̃ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τη̨̃ δουλεία̨ τω̃ν ἀνθρώπων |
9 διδόντι τοι̃ς κτήνεσι τροφὴν αὐτω̃ν καὶ τοι̃ς νεοσσοι̃ς τω̃ν κοράκων τοι̃ς ἐπικαλουμένοις αὐτόν |
10 οὐκ ἐν τη̨̃ δυναστεία̨ του̃ ἵππου θελήσει οὐδὲ ἐν ται̃ς κνήμαις του̃ ἀνδρὸς εὐδοκει̃ |
11 εὐδοκει̃ κύριος ἐν τοι̃ς φοβουμένοις αὐτὸν καὶ ἐν τοι̃ς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.