ΨΑΛΜΟΙ,
ψαλμὀς 147
1 αλληλουια Αγγαιου καὶ Ζαχαριου ἐπαίνει Ιερουσαλημ τὸν κύριον αἴνει τὸν θεόν σου Σιων |
2 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τω̃ν πυλω̃ν σου εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί |
3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυρου̃ ἐμπιπλω̃ν σε |
4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτου̃ τη̨̃ γη̨̃ ἕως τάχους δραμει̃ται ὁ λόγος αὐτου̃ |
5 του̃ διδόντος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος |
6 βάλλοντος κρύσταλλον αὐτου̃ ὡσεὶ ψωμούς κατὰ πρόσωπον ψύχους αὐτου̃ τίς ὑποστήσεται |
7 ἀποστελει̃ τὸν λόγον αὐτου̃ καὶ τήξει αὐτά πνεύσει τὸ πνευ̃μα αὐτου̃ καὶ ῥυήσεται ὕδατα |
8 ἀπαγγέλλων τὸν λόγον αὐτου̃ τω̨̃ Ιακωβ δικαιώματα καὶ κρίματα αὐτου̃ τω̨̃ Ισραηλ |
9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτου̃ οὐκ ἐδήλωσεν αὐτοι̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.