Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 43

1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε εἰς σύνεσιν ψαλμός
2 ὁ θεός ἐν τοι̃ς ὠσὶν ἡμω̃ν ἠκούσαμεν οἱ πατέρες ἡμω̃ν ἀνήγγειλαν ἡμι̃ν ἔργον ὃ εἰργάσω ἐν ται̃ς ἡμέραις αὐτω̃ν ἐν ἡμέραις ἀρχαίαις
3 ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς
4 οὐ γὰρ ἐν τη̨̃ ῥομφαία̨ αὐτω̃ν ἐκληρονόμησαν γη̃ν καὶ ὁ βραχίων αὐτω̃ν οὐκ ἔσωσεν αὐτούς ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς του̃ προσώπου σου ὅτι εὐδόκησας ἐν αὐτοι̃ς
5 σὺ εἰ̃ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ
6 ἐν σοὶ τοὺς ἐχθροὺς ἡμω̃ν κερατιου̃μεν καὶ ἐν τω̨̃ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμι̃ν
7 οὐ γὰρ ἐπὶ τω̨̃ τόξω̨ μου ἐλπιω̃ καὶ ἡ ῥομφαία μου οὐ σώσει με
8 ἔσωσας γὰρ ἡμα̃ς ἐκ τω̃ν θλιβόντων ἡμα̃ς καὶ τοὺς μισου̃ντας ἡμα̃ς κατή̨σχυνας
9 ἐν τω̨̃ θεω̨̃ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τω̨̃ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰω̃να διάψαλμα
10 νυνὶ δὲ ἀπώσω καὶ κατή̨σχυνας ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν
11 ἀπέστρεψας ἡμα̃ς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμω̃ν καὶ οἱ μισου̃ντες ἡμα̃ς διήρπαζον ἑαυτοι̃ς
12 ἔδωκας ἡμα̃ς ὡς πρόβατα βρώσεως καὶ ἐν τοι̃ς ἔθνεσιν διέσπειρας ἡμα̃ς
13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμη̃ς καὶ οὐκ ἠ̃ν πλη̃θος ἐν τοι̃ς ἀλλάγμασιν αὐτω̃ν
14 ἔθου ἡμα̃ς ὄνειδος τοι̃ς γείτοσιν ἡμω̃ν μυκτηρισμὸν καὶ καταγέλωτα τοι̃ς κύκλω̨ ἡμω̃ν
15 ἔθου ἡμα̃ς εἰς παραβολὴν ἐν τοι̃ς ἔθνεσιν κίνησιν κεφαλη̃ς ἐν τοι̃ς λαοι̃ς
16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν καὶ ἡ αἰσχύνη του̃ προσώπου μου ἐκάλυψέν με
17 ἀπὸ φωνη̃ς ὀνειδίζοντος καὶ παραλαλου̃ντος ἀπὸ προσώπου ἐχθρου̃ καὶ ἐκδιώκοντος
18 ταυ̃τα πάντα ἠ̃λθεν ἐφ' ἡμα̃ς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκη̨ σου
19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμω̃ν καὶ ἐξέκλινας τὰς τρίβους ἡμω̃ν ἀπὸ τη̃ς ὁδου̃ σου
20 ὅτι ἐταπείνωσας ἡμα̃ς ἐν τόπω̨ κακώσεως καὶ ἐπεκάλυψεν ἡμα̃ς σκιὰ θανάτου
21 εἰ ἐπελαθόμεθα του̃ ὀνόματος του̃ θεου̃ ἡμω̃ν καὶ εἰ διεπετάσαμεν χει̃ρας ἡμω̃ν πρὸς θεὸν ἀλλότριον
22 οὐχὶ ὁ θεὸς ἐκζητήσει ταυ̃τα αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τη̃ς καρδίας
23 ὅτι ἕνεκα σου̃ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγη̃ς
24 ἐξεγέρθητι ἵνα τί ὑπνοι̃ς κύριε ἀνάστηθι καὶ μὴ ἀπώση̨ εἰς τέλος
25 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνη̨ τη̃ς πτωχείας ἡμω̃ν καὶ τη̃ς θλίψεως ἡμω̃ν
26 ὅτι ἐταπεινώθη εἰς χου̃ν ἡ ψυχὴ ἡμω̃ν ἐκολλήθη εἰς γη̃ν ἡ γαστὴρ ἡμω̃ν
27 ἀνάστα κύριε βοήθησον ἡμι̃ν καὶ λύτρωσαι ἡμα̃ς ἕνεκεν του̃ ὀνόματός σου

ΨΑΛΜΟΙ, ψαλμὀς 44

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων τοι̃ς υἱοι̃ς Κορε εἰς σύνεσιν ὠ̨δὴ ὑπὲρ του̃ ἀγαπητου̃
2 ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τω̨̃ βασιλει̃ ἡ γλω̃σσά μου κάλαμος γραμματέως ὀξυγράφου
3 ὡραι̃ος κάλλει παρὰ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων ἐξεχύθη χάρις ἐν χείλεσίν σου διὰ του̃το εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰω̃να
4 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ τη̨̃ ὡραιότητί σου καὶ τω̨̃ κάλλει σου
5 καὶ ἔντεινον καὶ κατευοδου̃ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης καὶ ὁδηγήσει σε θαυμαστω̃ς ἡ δεξιά σου
6 τὰ βέλη σου ἠκονημένα δυνατέ λαοὶ ὑποκάτω σου πεσου̃νται ἐν καρδία̨ τω̃ν ἐχθρω̃ν του̃ βασιλέως
7 ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰω̃να του̃ αἰω̃νος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τη̃ς βασιλείας σου
8 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ του̃το ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
9 σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τω̃ν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὡ̃ν ηὔφρανάν σε
10 θυγατέρες βασιλέων ἐν τη̨̃ τιμη̨̃ σου παρέστη ἡ βασίλισσα ἐκ δεξιω̃ν σου ἐν ἱματισμω̨̃ διαχρύσω̨ περιβεβλημένη πεποικιλμένη
11 ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλι̃νον τὸ οὐ̃ς σου καὶ ἐπιλάθου του̃ λαου̃ σου καὶ του̃ οἴκου του̃ πατρός σου
12 ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς του̃ κάλλους σου ὅτι αὐτός ἐστιν ὁ κύριός σου
13 καὶ προσκυνήσουσιν αὐτω̨̃ θυγατέρες Τύρου ἐν δώροις τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι του̃ λαου̃
14 πα̃σα ἡ δόξα αὐτη̃ς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοι̃ς χρυσοι̃ς περιβεβλημένη πεποικιλμένη
15 ἀπενεχθήσονται τω̨̃ βασιλει̃ παρθένοι ὀπίσω αὐτη̃ς αἱ πλησίον αὐτη̃ς ἀπενεχθήσονταί σοι
16 ἀπενεχθήσονται ἐν εὐφροσύνη̨ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως
17 ἀντὶ τω̃ν πατέρων σου ἐγενήθησάν σοι υἱοί καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πα̃σαν τὴν γη̃ν
18 μνησθήσονται του̃ ὀνόματός σου ἐν πάση̨ γενεα̨̃ καὶ γενεα̨̃ διὰ του̃το λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

ΨΑΛΜΟΙ, ψαλμὀς 45

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ὑπὲρ τω̃ν κρυφίων ψαλμός
2 ὁ θεὸς ἡμω̃ν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ται̃ς εὑρούσαις ἡμα̃ς σφόδρα
3 διὰ του̃το οὐ φοβηθησόμεθα ἐν τω̨̃ ταράσσεσθαι τὴν γη̃ν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσω̃ν
4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτω̃ν ἐταράχθησαν τὰ ὄρη ἐν τη̨̃ κραταιότητι αὐτου̃ διάψαλμα
5 του̃ ποταμου̃ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν του̃ θεου̃ ἡγίασεν τὸ σκήνωμα αὐτου̃ ὁ ὕψιστος
6 ὁ θεὸς ἐν μέσω̨ αὐτη̃ς οὐ σαλευθήσεται βοηθήσει αὐτη̨̃ ὁ θεὸς τὸ πρὸς πρωί
7 ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλει̃αι ἔδωκεν φωνὴν αὐτου̃ ἐσαλεύθη ἡ γη̃
8 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ διάψαλμα
9 δευ̃τε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τη̃ς γη̃ς
10 ἀνταναιρω̃ν πολέμους μέχρι τω̃ν περάτων τη̃ς γη̃ς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί
11 σχολάσατε καὶ γνω̃τε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοι̃ς ἔθνεσιν ὑψωθήσομαι ἐν τη̨̃ γη̨̃
12 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ

ΨΑΛΜΟΙ, ψαλμὀς 46

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ψαλμός
2 πάντα τὰ ἔθνη κροτήσατε χει̃ρας ἀλαλάξατε τω̨̃ θεω̨̃ ἐν φωνη̨̃ ἀγαλλιάσεως
3 ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πα̃σαν τὴν γη̃ν
4 ὑπέταξεν λαοὺς ἡμι̃ν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμω̃ν
5 ἐξελέξατο ἡμι̃ν τὴν κληρονομίαν αὐτου̃ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα
6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμω̨̃ κύριος ἐν φωνη̨̃ σάλπιγγος
7 ψάλατε τω̨̃ θεω̨̃ ἡμω̃ν ψάλατε ψάλατε τω̨̃ βασιλει̃ ἡμω̃ν ψάλατε
8 ὅτι βασιλεὺς πάσης τη̃ς γη̃ς ὁ θεός ψάλατε συνετω̃ς
9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτου̃
10 ἄρχοντες λαω̃ν συνήχθησαν μετὰ του̃ θεου̃ Αβρααμ ὅτι του̃ θεου̃ οἱ κραταιοὶ τη̃ς γη̃ς σφόδρα ἐπήρθησαν

ΨΑΛΜΟΙ, ψαλμὀς 47

1 ψαλμὸς ὠ̨δη̃ς τοι̃ς υἱοι̃ς Κορε δευτέρα̨ σαββάτου
2 μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὄρει ἁγίω̨ αὐτου̃
3 εὐ̃ ῥιζω̃ν ἀγαλλιάματι πάσης τη̃ς γη̃ς ὄρη Σιων τὰ πλευρὰ του̃ βορρα̃ ἡ πόλις του̃ βασιλέως του̃ μεγάλου
4 ὁ θεὸς ἐν ται̃ς βάρεσιν αὐτη̃ς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτη̃ς
5 ὅτι ἰδοὺ οἱ βασιλει̃ς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό
6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν
7 τρόμος ἐπελάβετο αὐτω̃ν ἐκει̃ ὠδι̃νες ὡς τικτούσης
8 ἐν πνεύματι βιαίω̨ συντρίψεις πλοι̃α Θαρσις
9 καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τω̃ν δυνάμεων ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να διάψαλμα
10 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσω̨ του̃ ναου̃ σου
11 κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τη̃ς γη̃ς δικαιοσύνης πλήρης ἡ δεξιά σου
12 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τη̃ς Ιουδαίας ἕνεκεν τω̃ν κριμάτων σου κύριε
13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοι̃ς πύργοις αὐτη̃ς
14 θέσθε τὰς καρδίας ὑμω̃ν εἰς τὴν δύναμιν αὐτη̃ς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτη̃ς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν
15 ὅτι οὑ̃τός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος αὐτὸς ποιμανει̃ ἡμα̃ς εἰς τοὺς αἰω̃νας

ΨΑΛΜΟΙ, ψαλμὀς 48

1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε ψαλμός
2 ἀκούσατε ταυ̃τα πάντα τὰ ἔθνη ἐνωτίσασθε πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην
3 οἵ τε γηγενει̃ς καὶ οἱ υἱοὶ τω̃ν ἀνθρώπων ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης
4 τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τη̃ς καρδίας μου σύνεσιν
5 κλινω̃ εἰς παραβολὴν τὸ οὐ̃ς μου ἀνοίξω ἐν ψαλτηρίω̨ τὸ πρόβλημά μου
6 ἵνα τί φοβου̃μαι ἐν ἡμέρα̨ πονηρα̨̃ ἡ ἀνομία τη̃ς πτέρνης μου κυκλώσει με
7 οἱ πεποιθότες ἐπὶ τη̨̃ δυνάμει αὐτω̃ν καὶ ἐπὶ τω̨̃ πλήθει του̃ πλούτου αὐτω̃ν καυχώμενοι
8 ἀδελφὸς οὐ λυτρου̃ται λυτρώσεται ἄνθρωπος οὐ δώσει τω̨̃ θεω̨̃ ἐξίλασμα αὐτου̃
9 καὶ τὴν τιμὴν τη̃ς λυτρώσεως τη̃ς ψυχη̃ς αὐτου̃
10 καὶ ἐκόπασεν εἰς τὸν αἰω̃να καὶ ζήσεται εἰς τέλος ὅτι οὐκ ὄψεται καταφθοράν ὅταν ἴδη̨ σοφοὺς ἀποθνή̨σκοντας
11 ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολου̃νται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλου̃τον αὐτω̃ν
12 καὶ οἱ τάφοι αὐτω̃ν οἰκίαι αὐτω̃ν εἰς τὸν αἰω̃να σκηνώματα αὐτω̃ν εἰς γενεὰν καὶ γενεάν ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτω̃ν ἐπὶ τω̃ν γαιω̃ν αὐτω̃ν
13 καὶ ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς
14 αὕτη ἡ ὁδὸς αὐτω̃ν σκάνδαλον αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐν τω̨̃ στόματι αὐτω̃ν εὐδοκήσουσιν διάψαλμα
15 ὡς πρόβατα ἐν ἅ̨δη̨ ἔθεντο θάνατος ποιμαίνει αὐτούς καὶ κατακυριεύσουσιν αὐτω̃ν οἱ εὐθει̃ς τὸ πρωί καὶ ἡ βοήθεια αὐτω̃ν παλαιωθήσεται ἐν τω̨̃ ἅ̨δη̨ ἐκ τη̃ς δόξης αὐτω̃ν
16 πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ἅ̨δου ὅταν λαμβάνη̨ με διάψαλμα
17 μὴ φοβου̃ ὅταν πλουτήση̨ ἄνθρωπος καὶ ὅταν πληθυνθη̨̃ ἡ δόξα του̃ οἴκου αὐτου̃
18 ὅτι οὐκ ἐν τω̨̃ ἀποθνή̨σκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συγκαταβήσεται αὐτω̨̃ ἡ δόξα αὐτου̃
19 ὅτι ἡ ψυχὴ αὐτου̃ ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ εὐλογηθήσεται ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνη̨ς αὐτω̨̃
20 εἰσελεύσεται ἕως γενεα̃ς πατέρων αὐτου̃ ἕως αἰω̃νος οὐκ ὄψεται φω̃ς
21 ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 49
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).