ΨΑΛΜΟΙ,
ψαλμὀς 45
1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ὑπὲρ τω̃ν κρυφίων ψαλμός |
2 ὁ θεὸς ἡμω̃ν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ται̃ς εὑρούσαις ἡμα̃ς σφόδρα |
3 διὰ του̃το οὐ φοβηθησόμεθα ἐν τω̨̃ ταράσσεσθαι τὴν γη̃ν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσω̃ν |
4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτω̃ν ἐταράχθησαν τὰ ὄρη ἐν τη̨̃ κραταιότητι αὐτου̃ διάψαλμα |
5 του̃ ποταμου̃ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν του̃ θεου̃ ἡγίασεν τὸ σκήνωμα αὐτου̃ ὁ ὕψιστος |
6 ὁ θεὸς ἐν μέσω̨ αὐτη̃ς οὐ σαλευθήσεται βοηθήσει αὐτη̨̃ ὁ θεὸς τὸ πρὸς πρωί |
7 ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλει̃αι ἔδωκεν φωνὴν αὐτου̃ ἐσαλεύθη ἡ γη̃ |
8 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ διάψαλμα |
9 δευ̃τε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τη̃ς γη̃ς |
10 ἀνταναιρω̃ν πολέμους μέχρι τω̃ν περάτων τη̃ς γη̃ς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί |
11 σχολάσατε καὶ γνω̃τε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοι̃ς ἔθνεσιν ὑψωθήσομαι ἐν τη̨̃ γη̨̃ |
12 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.