ΨΑΛΜΟΙ,
ψαλμὀς 46
1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ψαλμός |
2 πάντα τὰ ἔθνη κροτήσατε χει̃ρας ἀλαλάξατε τω̨̃ θεω̨̃ ἐν φωνη̨̃ ἀγαλλιάσεως |
3 ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πα̃σαν τὴν γη̃ν |
4 ὑπέταξεν λαοὺς ἡμι̃ν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμω̃ν |
5 ἐξελέξατο ἡμι̃ν τὴν κληρονομίαν αὐτου̃ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα |
6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμω̨̃ κύριος ἐν φωνη̨̃ σάλπιγγος |
7 ψάλατε τω̨̃ θεω̨̃ ἡμω̃ν ψάλατε ψάλατε τω̨̃ βασιλει̃ ἡμω̃ν ψάλατε |
8 ὅτι βασιλεὺς πάσης τη̃ς γη̃ς ὁ θεός ψάλατε συνετω̃ς |
9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτου̃ |
10 ἄρχοντες λαω̃ν συνήχθησαν μετὰ του̃ θεου̃ Αβρααμ ὅτι του̃ θεου̃ οἱ κραταιοὶ τη̃ς γη̃ς σφόδρα ἐπήρθησαν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.