Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 45

εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ὑπὲρ τω̃ν κρυφίων ψαλμός
ὁ θεὸς ἡμω̃ν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ται̃ς εὑρούσαις ἡμα̃ς σφόδρα
διὰ του̃το οὐ φοβηθησόμεθα ἐν τω̨̃ ταράσσεσθαι τὴν γη̃ν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσω̃ν
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτω̃ν ἐταράχθησαν τὰ ὄρη ἐν τη̨̃ κραταιότητι αὐτου̃ διάψαλμα
του̃ ποταμου̃ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν του̃ θεου̃ ἡγίασεν τὸ σκήνωμα αὐτου̃ ὁ ὕψιστος
ὁ θεὸς ἐν μέσω̨ αὐτη̃ς οὐ σαλευθήσεται βοηθήσει αὐτη̨̃ ὁ θεὸς τὸ πρὸς πρωί
ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλει̃αι ἔδωκεν φωνὴν αὐτου̃ ἐσαλεύθη ἡ γη̃
κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ διάψαλμα
δευ̃τε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τη̃ς γη̃ς
10 ἀνταναιρω̃ν πολέμους μέχρι τω̃ν περάτων τη̃ς γη̃ς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί
11 σχολάσατε καὶ γνω̃τε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοι̃ς ἔθνεσιν ὑψωθήσομαι ἐν τη̨̃ γη̨̃
12 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ

ΨΑΛΜΟΙ, ψαλμὀς 46

εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ψαλμός
πάντα τὰ ἔθνη κροτήσατε χει̃ρας ἀλαλάξατε τω̨̃ θεω̨̃ ἐν φωνη̨̃ ἀγαλλιάσεως
ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πα̃σαν τὴν γη̃ν
ὑπέταξεν λαοὺς ἡμι̃ν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμω̃ν
ἐξελέξατο ἡμι̃ν τὴν κληρονομίαν αὐτου̃ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα
ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμω̨̃ κύριος ἐν φωνη̨̃ σάλπιγγος
ψάλατε τω̨̃ θεω̨̃ ἡμω̃ν ψάλατε ψάλατε τω̨̃ βασιλει̃ ἡμω̃ν ψάλατε
ὅτι βασιλεὺς πάσης τη̃ς γη̃ς ὁ θεός ψάλατε συνετω̃ς
ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτου̃
10 ἄρχοντες λαω̃ν συνήχθησαν μετὰ του̃ θεου̃ Αβρααμ ὅτι του̃ θεου̃ οἱ κραταιοὶ τη̃ς γη̃ς σφόδρα ἐπήρθησαν

ΨΑΛΜΟΙ, ψαλμὀς 47

ψαλμὸς ὠ̨δη̃ς τοι̃ς υἱοι̃ς Κορε δευτέρα̨ σαββάτου
μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὄρει ἁγίω̨ αὐτου̃
εὐ̃ ῥιζω̃ν ἀγαλλιάματι πάσης τη̃ς γη̃ς ὄρη Σιων τὰ πλευρὰ του̃ βορρα̃ ἡ πόλις του̃ βασιλέως του̃ μεγάλου
ὁ θεὸς ἐν ται̃ς βάρεσιν αὐτη̃ς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτη̃ς
ὅτι ἰδοὺ οἱ βασιλει̃ς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό
αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν
τρόμος ἐπελάβετο αὐτω̃ν ἐκει̃ ὠδι̃νες ὡς τικτούσης
ἐν πνεύματι βιαίω̨ συντρίψεις πλοι̃α Θαρσις
καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τω̃ν δυνάμεων ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να διάψαλμα
10 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσω̨ του̃ ναου̃ σου
11 κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τη̃ς γη̃ς δικαιοσύνης πλήρης ἡ δεξιά σου
12 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τη̃ς Ιουδαίας ἕνεκεν τω̃ν κριμάτων σου κύριε
13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοι̃ς πύργοις αὐτη̃ς
14 θέσθε τὰς καρδίας ὑμω̃ν εἰς τὴν δύναμιν αὐτη̃ς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτη̃ς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν
15 ὅτι οὑ̃τός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος αὐτὸς ποιμανει̃ ἡμα̃ς εἰς τοὺς αἰω̃νας
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 48
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).