ΨΑΛΜΟΙ,
ψαλμὀς 47
1 ψαλμὸς ὠ̨δη̃ς τοι̃ς υἱοι̃ς Κορε δευτέρα̨ σαββάτου |
2 μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὄρει ἁγίω̨ αὐτου̃ |
3 εὐ̃ ῥιζω̃ν ἀγαλλιάματι πάσης τη̃ς γη̃ς ὄρη Σιων τὰ πλευρὰ του̃ βορρα̃ ἡ πόλις του̃ βασιλέως του̃ μεγάλου |
4 ὁ θεὸς ἐν ται̃ς βάρεσιν αὐτη̃ς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτη̃ς |
5 ὅτι ἰδοὺ οἱ βασιλει̃ς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό |
6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν |
7 τρόμος ἐπελάβετο αὐτω̃ν ἐκει̃ ὠδι̃νες ὡς τικτούσης |
8 ἐν πνεύματι βιαίω̨ συντρίψεις πλοι̃α Θαρσις |
9 καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τω̃ν δυνάμεων ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να διάψαλμα |
10 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσω̨ του̃ ναου̃ σου |
11 κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τη̃ς γη̃ς δικαιοσύνης πλήρης ἡ δεξιά σου |
12 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τη̃ς Ιουδαίας ἕνεκεν τω̃ν κριμάτων σου κύριε |
13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοι̃ς πύργοις αὐτη̃ς |
14 θέσθε τὰς καρδίας ὑμω̃ν εἰς τὴν δύναμιν αὐτη̃ς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτη̃ς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν |
15 ὅτι οὑ̃τός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος αὐτὸς ποιμανει̃ ἡμα̃ς εἰς τοὺς αἰω̃νας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.