1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων τω̨̃ Δαυιδ |
2 σω̃σόν με ὁ θεός ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχη̃ς μου |
3 ἐνεπάγην εἰς ἰλὺν βυθου̃ καὶ οὐκ ἔστιν ὑπόστασις ἠ̃λθον εἰς τὰ βάθη τη̃ς θαλάσσης καὶ καταιγὶς κατεπόντισέν με |
4 ἐκοπίασα κράζων ἐβραγχίασεν ὁ λάρυγξ μου ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ του̃ ἐλπίζειν ἐπὶ τὸν θεόν μου |
5 ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τη̃ς κεφαλη̃ς μου οἱ μισου̃ντές με δωρεάν ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον |
6 ὁ θεός σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σου̃ οὐκ ἐκρύβησαν |
7 μὴ αἰσχυνθείησαν ἐπ' ἐμοὶ οἱ ὑπομένοντές σε κύριε κύριε τω̃ν δυνάμεων μὴ ἐντραπείησαν ἐπ' ἐμοὶ οἱ ζητου̃ντές σε ὁ θεὸς του̃ Ισραηλ |
8 ὅτι ἕνεκα σου̃ ὑπήνεγκα ὀνειδισμόν ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου |
9 ἀπηλλοτριωμένος ἐγενήθην τοι̃ς ἀδελφοι̃ς μου καὶ ξένος τοι̃ς υἱοι̃ς τη̃ς μητρός μου |
10 ὅτι ὁ ζη̃λος του̃ οἴκου σου κατέφαγέν με καὶ οἱ ὀνειδισμοὶ τω̃ν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ |
11 καὶ συνέκαμψα ἐν νηστεία̨ τὴν ψυχήν μου καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί |
12 καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον καὶ ἐγενόμην αὐτοι̃ς εἰς παραβολήν |
13 κατ' ἐμου̃ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλη̨ καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἰ̃νον |
14 ἐγὼ δὲ τη̨̃ προσευχη̨̃ μου πρὸς σέ κύριε καιρὸς εὐδοκίας ὁ θεός ἐν τω̨̃ πλήθει του̃ ἐλέους σου ἐπάκουσόν μου ἐν ἀληθεία̨ τη̃ς σωτηρίας σου |
15 σω̃σόν με ἀπὸ πηλου̃ ἵνα μὴ ἐμπαγω̃ ῥυσθείην ἐκ τω̃ν μισούντων με καὶ ἐκ του̃ βάθους τω̃ν ὑδάτων |
16 μή με καταποντισάτω καταιγὶς ὕδατος μηδὲ καταπιέτω με βυθός μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτου̃ |
17 εἰσάκουσόν μου κύριε ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλη̃θος τω̃ν οἰκτιρμω̃ν σου ἐπίβλεψον ἐπ' ἐμέ |
18 μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπὸ του̃ παιδός σου ὅτι θλίβομαι ταχὺ ἐπάκουσόν μου |
19 πρόσχες τη̨̃ ψυχη̨̃ μου καὶ λύτρωσαι αὐτήν ἕνεκα τω̃ν ἐχθρω̃ν μου ῥυ̃σαί με |
20 σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου ἐναντίον σου πάντες οἱ θλίβοντές με |
21 ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν καὶ ὑπέμεινα συλλυπούμενον καὶ οὐχ ὑπη̃ρξεν καὶ παρακαλου̃ντας καὶ οὐχ εὑ̃ρον |
22 καὶ ἔδωκαν εἰς τὸ βρω̃μά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος |
23 γενηθήτω ἡ τράπεζα αὐτω̃ν ἐνώπιον αὐτω̃ν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον |
24 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτω̃ν του̃ μὴ βλέπειν καὶ τὸν νω̃τον αὐτω̃ν διὰ παντὸς σύγκαμψον |
25 ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου καὶ ὁ θυμὸς τη̃ς ὀργη̃ς σου καταλάβοι αὐτούς |
26 γενηθήτω ἡ ἔπαυλις αὐτω̃ν ἠρημωμένη καὶ ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν μὴ ἔστω ὁ κατοικω̃ν |
27 ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν καὶ ἐπὶ τὸ ἄλγος τω̃ν τραυματιω̃ν σου προσέθηκαν |
28 πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτω̃ν καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνη̨ σου |
29 ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν |
30 πτωχὸς καὶ ἀλγω̃ν εἰμι ἐγώ καὶ ἡ σωτηρία του̃ προσώπου σου ὁ θεός ἀντελάβετό μου |
31 αἰνέσω τὸ ὄνομα του̃ θεου̃ μετ' ὠ̨δη̃ς μεγαλυνω̃ αὐτὸν ἐν αἰνέσει |
32 καὶ ἀρέσει τω̨̃ θεω̨̃ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς |
33 ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν ἐκζητήσατε τὸν θεόν καὶ ζήσεται ἡ ψυχὴ ὑμω̃ν |
34 ὅτι εἰσήκουσεν τω̃ν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτου̃ οὐκ ἐξουδένωσεν |
35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γη̃ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοι̃ς |
36 ὅτι ὁ θεὸς σώσει τὴν Σιων καὶ οἰκοδομηθήσονται αἱ πόλεις τη̃ς Ιουδαίας καὶ κατοικήσουσιν ἐκει̃ καὶ κληρονομήσουσιν αὐτήν |
37 καὶ τὸ σπέρμα τω̃ν δούλων αὐτου̃ καθέξουσιν αὐτήν καὶ οἱ ἀγαπω̃ντες τὸ ὄνομα αὐτου̃ κατασκηνώσουσιν ἐν αὐτη̨̃ |