ΨΑΛΜΟΙ,
ψαλμὀς 69
1 εἰς τὸ τέλος τω̨̃ Δαυιδ εἰς ἀνάμνησιν |
2 εἰς τὸ σω̃σαί με κύριον ὁ θεός εἰς τὴν βοήθειάν μου πρόσχες |
3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητου̃ντές μου τὴν ψυχήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά |
4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὐ̃γε εὐ̃γε |
5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητου̃ντές σε καὶ λεγέτωσαν διὰ παντός μεγαλυνθήτω ὁ θεός οἱ ἀγαπω̃ντες τὸ σωτήριόν σου |
6 ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἰ̃ σύ κύριε μὴ χρονίση̨ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.