ΨΑΛΜΟΙ,
ψαλμὀς 8
1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν ψαλμὸς τω̨̃ Δαυιδ |
2 κύριε ὁ κύριος ἡμω̃ν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση̨ τη̨̃ γη̨̃ ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τω̃ν οὐρανω̃ν |
3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἰ̃νον ἕνεκα τω̃ν ἐχθρω̃ν σου του̃ καταλυ̃σαι ἐχθρὸν καὶ ἐκδικητήν |
4 ὅτι ὄψομαι τοὺς οὐρανούς ἔργα τω̃ν δακτύλων σου σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας |
5 τί ἐστιν ἄνθρωπος ὅτι μιμνή̨σκη̨ αὐτου̃ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτη̨ αὐτόν |
6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους δόξη̨ καὶ τιμη̨̃ ἐστεφάνωσας αὐτόν |
7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τω̃ν χειρω̃ν σου πάντα ὑπέταξας ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃ |
8 πρόβατα καὶ βόας πάσας ἔτι δὲ καὶ τὰ κτήνη του̃ πεδίου |
9 τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τοὺς ἰχθύας τη̃ς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσω̃ν |
10 κύριε ὁ κύριος ἡμω̃ν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση̨ τη̨̃ γη̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.