ΨΑΛΜΟΙ,
ψαλμὀς 80
1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν τω̨̃ Ασαφ ψαλμός |
2 ἀγαλλια̃σθε τω̨̃ θεω̨̃ τω̨̃ βοηθω̨̃ ἡμω̃ν ἀλαλάξατε τω̨̃ θεω̨̃ Ιακωβ |
3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας |
4 σαλπίσατε ἐν νεομηνία̨ σάλπιγγι ἐν εὐσήμω̨ ἡμέρα̨ ἑορτη̃ς ἡμω̃ν |
5 ὅτι πρόσταγμα τω̨̃ Ισραηλ ἐστὶν καὶ κρίμα τω̨̃ θεω̨̃ Ιακωβ |
6 μαρτύριον ἐν τω̨̃ Ιωσηφ ἔθετο αὐτὸν ἐν τω̨̃ ἐξελθει̃ν αὐτὸν ἐκ γη̃ς Αἰγύπτου γλω̃σσαν ἣν οὐκ ἔγνω ἤκουσεν |
7 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νω̃τον αὐτου̃ αἱ χει̃ρες αὐτου̃ ἐν τω̨̃ κοφίνω̨ ἐδούλευσαν |
8 ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφω̨ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα |
9 ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι Ισραηλ ἐὰν ἀκούση̨ς μου |
10 οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεω̨̃ ἀλλοτρίω̨ |
11 ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γη̃ς Αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό |
12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τη̃ς φωνη̃ς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι |
13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τω̃ν καρδιω̃ν αὐτω̃ν πορεύσονται ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν |
14 εἰ ὁ λαός μου ἤκουσέν μου Ισραηλ ται̃ς ὁδοι̃ς μου εἰ ἐπορεύθη |
15 ἐν τω̨̃ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτω̃ν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χει̃ρά μου |
16 οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτω̨̃ καὶ ἔσται ὁ καιρὸς αὐτω̃ν εἰς τὸν αἰω̃να |
17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυρου̃ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.