ΨΑΛΜΟΙ,
ψαλμὀς 90
1 αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ ὁ κατοικω̃ν ἐν βοηθεία̨ του̃ ὑψίστου ἐν σκέπη̨ του̃ θεου̃ του̃ οὐρανου̃ αὐλισθήσεται |
2 ἐρει̃ τω̨̃ κυρίω̨ ἀντιλήμπτωρ μου εἰ̃ καὶ καταφυγή μου ὁ θεός μου ἐλπιω̃ ἐπ' αὐτόν |
3 ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτω̃ν καὶ ἀπὸ λόγου ταραχώδους |
4 ἐν τοι̃ς μεταφρένοις αὐτου̃ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτου̃ ἐλπιει̃ς ὅπλω̨ κυκλώσει σε ἡ ἀλήθεια αὐτου̃ |
5 οὐ φοβηθήση̨ ἀπὸ φόβου νυκτερινου̃ ἀπὸ βέλους πετομένου ἡμέρας |
6 ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινου̃ |
7 πεσει̃ται ἐκ του̃ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιω̃ν σου πρὸς σὲ δὲ οὐκ ἐγγιει̃ |
8 πλὴν τοι̃ς ὀφθαλμοι̃ς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλω̃ν ὄψη̨ |
9 ὅτι σύ κύριε ἡ ἐλπίς μου τὸν ὕψιστον ἔθου καταφυγήν σου |
10 οὐ προσελεύσεται πρὸς σὲ κακά καὶ μάστιξ οὐκ ἐγγιει̃ τω̨̃ σκηνώματί σου |
11 ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ του̃ διαφυλάξαι σε ἐν πάσαις ται̃ς ὁδοι̃ς σου |
12 ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρὸς λίθον τὸν πόδα σου |
13 ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήση̨ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα |
14 ὅτι ἐπ' ἐμὲ ἤλπισεν καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτόν ὅτι ἔγνω τὸ ὄνομά μου |
15 ἐπικαλέσεταί με καὶ εἰσακούσομαι αὐτου̃ μετ' αὐτου̃ εἰμι ἐν θλίψει καὶ ἐξελου̃μαι καὶ δοξάσω αὐτόν |
16 μακρότητα ἡμερω̃ν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτω̨̃ τὸ σωτήριόν μου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.