ΨΑΛΜΟΙ,
ψαλμὀς 93
1 ψαλμὸς τω̨̃ Δαυιδ τετράδι σαββάτων ὁ θεὸς ἐκδικήσεων κύριος ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο |
2 ὑψώθητι ὁ κρίνων τὴν γη̃ν ἀπόδος ἀνταπόδοσιν τοι̃ς ὑπερηφάνοις |
3 ἕως πότε ἁμαρτωλοί κύριε ἕως πότε ἁμαρτωλοὶ καυχήσονται |
4 φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν |
5 τὸν λαόν σου κύριε ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν |
6 χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν |
7 καὶ εἰ̃παν οὐκ ὄψεται κύριος οὐδὲ συνήσει ὁ θεὸς του̃ Ιακωβ |
8 σύνετε δή ἄφρονες ἐν τω̨̃ λαω̨̃ καί μωροί ποτὲ φρονήσατε |
9 ὁ φυτεύσας τὸ οὐ̃ς οὐχὶ ἀκούει ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοει̃ |
10 ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει ὁ διδάσκων ἄνθρωπον γνω̃σιν |
11 κύριος γινώσκει τοὺς διαλογισμοὺς τω̃ν ἀνθρώπων ὅτι εἰσὶν μάταιοι |
12 μακάριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύση̨ς κύριε καὶ ἐκ του̃ νόμου σου διδάξη̨ς αὐτὸν |
13 του̃ πραυ̃ναι αὐτω̨̃ ἀφ' ἡμερω̃ν πονηρω̃ν ἕως οὑ̃ ὀρυγη̨̃ τω̨̃ ἁμαρτωλω̨̃ βόθρος |
14 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτου̃ καὶ τὴν κληρονομίαν αὐτου̃ οὐκ ἐγκαταλείψει |
15 ἕως οὑ̃ δικαιοσύνη ἐπιστρέψη̨ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτη̃ς πάντες οἱ εὐθει̃ς τη̨̃ καρδία̨ διάψαλμα |
16 τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν |
17 εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι παρὰ βραχὺ παρώ̨κησεν τω̨̃ ἅ̨δη̨ ἡ ψυχή μου |
18 εἰ ἔλεγον σεσάλευται ὁ πούς μου τὸ ἔλεός σου κύριε βοηθει̃ μοι |
19 κύριε κατὰ τὸ πλη̃θος τω̃ν ὀδυνω̃ν μου ἐν τη̨̃ καρδία̨ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου |
20 μὴ συμπροσέσται σοι θρόνος ἀνομίας ὁ πλάσσων κόπον ἐπὶ προστάγματι |
21 θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἱ̃μα ἀθω̨̃ον καταδικάσονται |
22 καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου |
23 καὶ ἀποδώσει αὐτοι̃ς τὴν ἀνομίαν αὐτω̃ν καὶ κατὰ τὴν πονηρίαν αὐτω̃ν ἀφανιει̃ αὐτοὺς κύριος ὁ θεὸς ἡμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.