ΨΑΛΜΟΙ,
ψαλμὀς 96
1 τω̨̃ Δαυιδ ὅτε ἡ γη̃ αὐτου̃ καθίσταται ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γη̃ εὐφρανθήτωσαν νη̃σοι πολλαί |
2 νεφέλη καὶ γνόφος κύκλω̨ αὐτου̃ δικαιοσύνη καὶ κρίμα κατόρθωσις του̃ θρόνου αὐτου̃ |
3 πυ̃ρ ἐναντίον αὐτου̃ προπορεύσεται καὶ φλογιει̃ κύκλω̨ τοὺς ἐχθροὺς αὐτου̃ |
4 ἔφαναν αἱ ἀστραπαὶ αὐτου̃ τη̨̃ οἰκουμένη̨ εἰ̃δεν καὶ ἐσαλεύθη ἡ γη̃ |
5 τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου ἀπὸ προσώπου κυρίου πάσης τη̃ς γη̃ς |
6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτου̃ καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτου̃ |
7 αἰσχυνθήτωσαν πάντες οἱ προσκυνου̃ντες τοι̃ς γλυπτοι̃ς οἱ ἐγκαυχώμενοι ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν προσκυνήσατε αὐτω̨̃ πάντες οἱ ἄγγελοι αὐτου̃ |
8 ἤκουσεν καὶ εὐφράνθη Σιων καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τη̃ς Ιουδαίας ἕνεκεν τω̃ν κριμάτων σου κύριε |
9 ὅτι σὺ εἰ̃ κύριος ὁ ὕψιστος ἐπὶ πα̃σαν τὴν γη̃ν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς |
10 οἱ ἀγαπω̃ντες τὸν κύριον μισει̃τε πονηρόν φυλάσσει κύριος τὰς ψυχὰς τω̃ν ὁσίων αὐτου̃ ἐκ χειρὸς ἁμαρτωλω̃ν ῥύσεται αὐτούς |
11 φω̃ς ἀνέτειλεν τω̨̃ δικαίω̨ καὶ τοι̃ς εὐθέσι τη̨̃ καρδία̨ εὐφροσύνη |
12 εὐφράνθητε δίκαιοι ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἐξομολογει̃σθε τη̨̃ μνήμη̨ τη̃ς ἁγιωσύνης αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.