ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 12
1 καὶ σημει̃ον μέγα ὤφθη ἐν τω̨̃ οὐρανω̨̃ γυνὴ περιβεβλημένη τòν ἥλιον καὶ ἡ σελήνη ὑποκάτω τω̃ν ποδω̃ν αὐτη̃ς καὶ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτη̃ς στέφανος ἀστέρων δώδεκα |
2 καὶ ἐν γαστρὶ ἔχουσα καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκει̃ν |
3 καὶ ὤφθη ἄλλο σημει̃ον ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἰδοὺ δράκων μέγας πυρρός ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτου̃ ἑπτὰ διαδήματα |
4 καὶ ἡ οὐρὰ αὐτου̃ σύρει τò τρίτον τω̃ν ἀστέρων του̃ οὐρανου̃ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γη̃ν καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τη̃ς γυναικòς τη̃ς μελλούσης τεκει̃ν ἵνα ὅταν τέκη̨ τò τέκνον αὐτη̃ς καταφάγη̨ |
5 καὶ ἔτεκεν υἱόν ἄρσεν ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδω̨ σιδηρα̨̃ καὶ ἡρπάσθη τò τέκνον αὐτη̃ς πρòς τòν θεòν καὶ πρòς τòν θρόνον αὐτου̃ |
6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου ἔχει ἐκει̃ τόπον ἡτοιμασμένον ἀπò του̃ θεου̃ ἵνα ἐκει̃ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα |
7 καὶ ἐγένετο πόλεμος ἐν τω̨̃ οὐρανω̨̃ ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτου̃ του̃ πολεμη̃σαι μετὰ του̃ δράκοντος καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτου̃ |
8 καὶ οὐκ ἴσχυσεν οὐδὲ τόπος εὑρέθη αὐτω̃ν ἔτι ἐν τω̨̃ οὐρανω̨̃ |
9 καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας ὁ ὄφις ὁ ἀρχαι̃ος ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανα̃ς ὁ πλανω̃ν τὴν οἰκουμένην ὅλην ἐβλήθη εἰς τὴν γη̃ν καὶ οἱ ἄγγελοι αὐτου̃ μετ' αὐτου̃ ἐβλήθησαν |
10 καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τω̨̃ οὐρανω̨̃ λέγουσαν ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία του̃ θεου̃ ἡμω̃ν καὶ ἡ ἐξουσία του̃ Χριστου̃ αὐτου̃ ὅτι ἐβλήθη ὁ κατήγωρ τω̃ν ἀδελφω̃ν ἡμω̃ν ὁ κατηγορω̃ν αὐτοὺς ἐνώπιον του̃ θεου̃ ἡμω̃ν ἡμέρας καὶ νυκτός |
11 καὶ αὐτοὶ ἐνίκησαν αὐτòν διὰ τò αἱ̃μα του̃ ἀρνίου καὶ διὰ τòν λόγον τη̃ς μαρτυρίας αὐτω̃ν καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτω̃ν ἄχρι θανάτου |
12 διὰ του̃το εὐφραίνεσθε οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοι̃ς σκηνου̃ντες οὐαὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν ὅτι κατέβη ὁ διάβολος πρòς ὑμα̃ς ἔχων θυμòν μέγαν εἰδὼς ὅτι ὀλίγον καιρòν ἔχει |
13 καὶ ὅτε εἰ̃δεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γη̃ν ἐδίωξεν τὴν γυναι̃κα ἥτις ἔτεκεν τòν ἄρσενα |
14 καὶ ἐδόθησαν τη̨̃ γυναικὶ αἱ δύο πτέρυγες του̃ ἀετου̃ του̃ μεγάλου ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τòν τόπον αὐτη̃ς ὅπου τρέφεται ἐκει̃ καιρòν καὶ καιροὺς καὶ ἥμισυ καιρου̃ ἀπò προσώπου του̃ ὄφεως |
15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ του̃ στόματος αὐτου̃ ὀπίσω τη̃ς γυναικòς ὕδωρ ὡς ποταμόν ἵνα αὐτὴν ποταμοφόρητον ποιήση̨ |
16 καὶ ἐβοήθησεν ἡ γη̃ τη̨̃ γυναικί καὶ ἤνοιξεν ἡ γη̃ τò στόμα αὐτη̃ς καὶ κατέπιεν τòν ποταμòν ὃν ἔβαλεν ὁ δράκων ἐκ του̃ στόματος αὐτου̃ |
17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τη̨̃ γυναικί καὶ ἀπη̃λθεν ποιη̃σαι πόλεμον μετὰ τω̃ν λοιπω̃ν του̃ σπέρματος αὐτη̃ς τω̃ν τηρούντων τὰς ἐντολὰς του̃ θεου̃ καὶ ἐχόντων τὴν μαρτυρίαν ’Ιησου̃ |
18 καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τη̃ς θαλάσσης |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.