ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 13,
στἰχοι 1-8
1 καὶ εἰ̃δον ἐκ τη̃ς θαλάσσης θηρίον ἀναβαι̃νον ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά καὶ ἐπὶ τω̃ν κεράτων αὐτου̃ δέκα διαδήματα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτου̃ ὀνόματα βλασφημίας |
2 καὶ τò θηρίον ὃ εἰ̃δον ἠ̃ν ὅμοιον παρδάλει καὶ οἱ πόδες αὐτου̃ ὡς ἄρκου καὶ τò στόμα αὐτου̃ ὡς στόμα λέοντος καὶ ἔδωκεν αὐτω̨̃ ὁ δράκων τὴν δύναμιν αὐτου̃ καὶ τòν θρόνον αὐτου̃ καὶ ἐξουσίαν μεγάλην |
3 καὶ μίαν ἐκ τω̃ν κεφαλω̃ν αὐτου̃ ὡς ἐσφαγμένην εἰς θάνατον καὶ ἡ πληγὴ του̃ θανάτου αὐτου̃ ἐθεραπεύθη καὶ ἐθαυμάσθη ὅλη ἡ γη̃ ὀπίσω του̃ θηρίου |
4 καὶ προσεκύνησαν τω̨̃ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τω̨̃ θηρίω̨ καὶ προσεκύνησαν τω̨̃ θηρίω̨ λέγοντες τίς ὅμοιος τω̨̃ θηρίω̨ καὶ τίς δύναται πολεμη̃σαι μετ' αὐτου̃ |
5 καὶ ἐδόθη αὐτω̨̃ στόμα λαλου̃ν μεγάλα καὶ βλασφημίας καὶ ἐδόθη αὐτω̨̃ ἐξουσία ποιη̃σαι μη̃νας τεσσεράκοντα καὶ δύο |
6 καὶ ἤνοιξεν τò στόμα αὐτου̃ εἰς βλασφημίας πρòς τòν θεόν βλασφημη̃σαι τò ὄνομα αὐτου̃ καὶ τὴν σκηνὴν αὐτου̃ τοὺς ἐν τω̨̃ οὐρανω̨̃ σκηνου̃ντας |
7 καὶ ἐδόθη αὐτω̨̃ ποιη̃σαι πόλεμον μετὰ τω̃ν ἁγίων καὶ νικη̃σαι αὐτούς καὶ ἐδόθη αὐτω̨̃ ἐξουσία ἐπὶ πα̃σαν φυλὴν καὶ λαòν καὶ γλω̃σσαν καὶ ἔθνος |
8 καὶ προσκυνήσουσιν αὐτòν πάντες οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς οὑ̃ οὐ γέγραπται τò ὄνομα αὐτου̃ ἐν τω̨̃ βιβλίω̨ τη̃ς ζωη̃ς του̃ ἀρνίου του̃ ἐσφαγμένου ἀπò καταβολη̃ς κόσμου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.