Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 14

1 καὶ εἰ̃δον καὶ ἰδοὺ τò ἀρνίον ἑστòς ἐπὶ τò ὄρος Σιών καὶ μετ' αὐτου̃ ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τò ὄνομα αὐτου̃ καὶ τò ὄνομα του̃ πατρòς αὐτου̃ γεγραμμένον ἐπὶ τω̃ν μετώπων αὐτω̃ν
2 καὶ ἤκουσα φωνὴν ἐκ του̃ οὐρανου̃ ὡς φωνὴν ὑδάτων πολλω̃ν καὶ ὡς φωνὴν βροντη̃ς μεγάλης καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρω̨δω̃ν κιθαριζόντων ἐν ται̃ς κιθάραις αὐτω̃ν
3 καὶ ἄ̨δουσιν ὡς ὠ̨δὴν καινὴν ἐνώπιον του̃ θρόνου καὶ ἐνώπιον τω̃ν τεσσάρων ζώ̨ων καὶ τω̃ν πρεσβυτέρων καὶ οὐδεὶς ἐδύνατο μαθει̃ν τὴν ὠ̨δὴν εἰ μὴ αἱ ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες οἱ ἠγορασμένοι ἀπò τη̃ς γη̃ς
4 οὑ̃τοί εἰσιν οἳ μετὰ γυναικω̃ν οὐκ ἐμολύνθησαν παρθένοι γάρ εἰσιν οὑ̃τοι οἱ ἀκολουθου̃ντες τω̨̃ ἀρνίω̨ ὅπου ἂν ὑπάγη̨ οὑ̃τοι ἠγοράσθησαν ἀπò τω̃ν ἀνθρώπων ἀπαρχὴ τω̨̃ θεω̨̃ καὶ τω̨̃ ἀρνίω̨
5 καὶ ἐν τω̨̃ στόματι αὐτω̃ν οὐχ εὑρέθη ψευ̃δος ἄμωμοί εἰσιν
6 καὶ εἰ̃δον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ πα̃ν ἔθνος καὶ φυλὴν καὶ γλω̃σσαν καὶ λαόν
7 λέγων ἐν φωνη̨̃ μεγάλη̨ φοβήθητε τòν θεòν καὶ δότε αὐτω̨̃ δόξαν ὅτι ἠ̃λθεν ἡ ὥρα τη̃ς κρίσεως αὐτου̃ καὶ προσκυνήσατε τω̨̃ ποιήσαντι τòν οὐρανòν καὶ τὴν γη̃ν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων
8 καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη ἣ ἐκ του̃ οἴνου του̃ θυμου̃ τη̃ς πορνείας αὐτη̃ς πεπότικεν πάντα τὰ ἔθνη
9 καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοι̃ς λέγων ἐν φωνη̨̃ μεγάλη̨ εἴ τις προσκυνει̃ τò θηρίον καὶ τὴν εἰκόνα αὐτου̃ καὶ λαμβάνει χάραγμα ἐπὶ του̃ μετώπου αὐτου̃ ἢ ἐπὶ τὴν χει̃ρα αὐτου̃
10 καὶ αὐτòς πίεται ἐκ του̃ οἴνου του̃ θυμου̃ του̃ θεου̃ του̃ κεκερασμένου ἀκράτου ἐν τω̨̃ ποτηρίω̨ τη̃ς ὀργη̃ς αὐτου̃ καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείω̨ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον του̃ ἀρνίου
11 καὶ ὁ καπνòς του̃ βασανισμου̃ αὐτω̃ν εἰς αἰω̃νας αἰώνων ἀναβαίνει καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός οἱ προσκυνου̃ντες τò θηρίον καὶ τὴν εἰκόνα αὐτου̃ καὶ εἴ τις λαμβάνει τò χάραγμα του̃ ὀνόματος αὐτου̃
12 ὡ̃δε ἡ ὑπομονὴ τω̃ν ἁγίων ἐστίν οἱ τηρου̃ντες τὰς ἐντολὰς του̃ θεου̃ καὶ τὴν πίστιν ’Ιησου̃
13 καὶ ἤκουσα φωνη̃ς ἐκ του̃ οὐρανου̃ λεγούσης γράψον μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίω̨ ἀποθνή̨σκοντες ἀπ' ἄρτι ναί λέγει τò πνευ̃μα ἵνα ἀναπαήσονται ἐκ τω̃ν κόπων αὐτω̃ν τὰ γὰρ ἔργα αὐτω̃ν ἀκολουθει̃ μετ' αὐτω̃ν
14 καὶ εἰ̃δον καὶ ἰδοὺ νεφέλη λευκή καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱòν ἀνθρώπου ἔχων ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ στέφανον χρυσου̃ν καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ δρέπανον ὀξύ
15 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ ναου̃ κράζων ἐν φωνη̨̃ μεγάλη̨ τω̨̃ καθημένω̨ ἐπὶ τη̃ς νεφέλης πέμψον τò δρέπανόν σου καὶ θέρισον ὅτι ἠ̃λθεν ἡ ὥρα θερίσαι ὅτι ἐξηράνθη ὁ θερισμòς τη̃ς γη̃ς
16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τη̃ς νεφέλης τò δρέπανον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ ἐθερίσθη ἡ γη̃
17 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ ναου̃ του̃ ἐν τω̨̃ οὐρανω̨̃ ἔχων καὶ αὐτòς δρέπανον ὀξύ
18 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ θυσιαστηρίου ὁ ἔχων ἐξουσίαν ἐπὶ του̃ πυρός καὶ ἐφώνησεν φωνη̨̃ μεγάλη̨ τω̨̃ ἔχοντι τò δρέπανον τò ὀξὺ λέγων πέμψον σου τò δρέπανον τò ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τη̃ς ἀμπέλου τη̃ς γη̃ς ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτη̃ς
19 καὶ ἔβαλεν ὁ ἄγγελος τò δρέπανον αὐτου̃ εἰς τὴν γη̃ν καὶ ἐτρύγησεν τὴν ἄμπελον τη̃ς γη̃ς καὶ ἔβαλεν εἰς τὴν ληνòν του̃ θυμου̃ του̃ θεου̃ τòν μέγαν
20 καὶ ἐπατήθη ἡ ληνòς ἔξωθεν τη̃ς πόλεως καὶ ἐξη̃λθεν αἱ̃μα ἐκ τη̃ς ληνου̃ ἄχρι τω̃ν χαλινω̃ν τω̃ν ἵππων ἀπò σταδίων χιλίων ἑξακοσίων

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 15

1 καὶ εἰ̃δον ἄλλο σημει̃ον ἐν τω̨̃ οὐρανω̨̃ μέγα καὶ θαυμαστόν ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας ὅτι ἐν αὐται̃ς ἐτελέσθη ὁ θυμòς του̃ θεου̃
2 καὶ εἰ̃δον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί καὶ τοὺς νικω̃ντας ἐκ του̃ θηρίου καὶ ἐκ τη̃ς εἰκόνος αὐτου̃ καὶ ἐκ του̃ ἀριθμου̃ του̃ ὀνόματος αὐτου̃ ἑστω̃τας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας του̃ θεου̃
3 καὶ ἄ̨δουσιν τὴν ὠ̨δὴν Μωϋσέως του̃ δούλου του̃ θεου̃ καὶ τὴν ὠ̨δὴν του̃ ἀρνίου λέγοντες μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου κύριε ὁ θεòς ὁ παντοκράτωρ δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου ὁ βασιλεὺς τω̃ν ἐθνω̃ν
4 τίς οὐ μὴ φοβηθη̨̃ κύριε καὶ δοξάσει τò ὄνομά σου ὅτι μόνος ὅσιος ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν
5 καὶ μετὰ ταυ̃τα εἰ̃δον καὶ ἠνοίγη ὁ ναòς τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν τω̨̃ οὐρανω̨̃
6 καὶ ἐξη̃λθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ του̃ ναου̃ ἐνδεδυμένοι λίνον καθαρòν λαμπρòν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσα̃ς
7 καὶ ἓν ἐκ τω̃ν τεσσάρων ζώ̨ων ἔδωκεν τοι̃ς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσα̃ς γεμούσας του̃ θυμου̃ του̃ θεου̃ του̃ ζω̃ντος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων
8 καὶ ἐγεμίσθη ὁ ναòς καπνου̃ ἐκ τη̃ς δόξης του̃ θεου̃ καὶ ἐκ τη̃ς δυνάμεως αὐτου̃ καὶ οὐδεὶς ἐδύνατο εἰσελθει̃ν εἰς τòν ναòν ἄχρι τελεσθω̃σιν αἱ ἑπτὰ πληγαὶ τω̃ν ἑπτὰ ἀγγέλων

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 16

1 καὶ ἤκουσα μεγάλης φωνη̃ς ἐκ του̃ ναου̃ λεγούσης τοι̃ς ἑπτὰ ἀγγέλοις ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας του̃ θυμου̃ του̃ θεου̃ εἰς τὴν γη̃ν
2 καὶ ἀπη̃λθεν ὁ πρω̃τος καὶ ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τὴν γη̃ν καὶ ἐγένετο ἕλκος κακòν καὶ πονηρòν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τò χάραγμα του̃ θηρίου καὶ τοὺς προσκυνου̃ντας τη̨̃ εἰκόνι αὐτου̃
3 καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τὴν θάλασσαν καὶ ἐγένετο αἱ̃μα ὡς νεκρου̃ καὶ πα̃σα ψυχὴ ζωη̃ς ἀπέθανεν τὰ ἐν τη̨̃ θαλάσση̨
4 καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τω̃ν ὑδάτων καὶ ἐγένετο αἱ̃μα
5 καὶ ἤκουσα του̃ ἀγγέλου τω̃ν ὑδάτων λέγοντος δίκαιος εἰ̃ ὁ ὢν καὶ ὁ ἠ̃ν ὁ ὅσιος ὅτι ταυ̃τα ἔκρινας
6 ὅτι αἱ̃μα ἁγίων καὶ προφητω̃ν ἐξέχεαν καὶ αἱ̃μα αὐτοι̃ς δέδωκας πιει̃ν ἄξιοί εἰσιν
7 καὶ ἤκουσα του̃ θυσιαστηρίου λέγοντος ναί κύριε ὁ θεòς ὁ παντοκράτωρ ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου
8 καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ἥλιον καὶ ἐδόθη αὐτω̨̃ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί
9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καυ̃μα μέγα καὶ ἐβλασφήμησαν τò ὄνομα του̃ θεου̃ του̃ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας καὶ οὐ μετενόησαν δου̃ναι αὐτω̨̃ δόξαν
10 καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν θρόνον του̃ θηρίου καὶ ἐγένετο ἡ βασιλεία αὐτου̃ ἐσκοτωμένη καὶ ἐμασω̃ντο τὰς γλώσσας αὐτω̃ν ἐκ του̃ πόνου
11 καὶ ἐβλασφήμησαν τòν θεòν του̃ οὐρανου̃ ἐκ τω̃ν πόνων αὐτω̃ν καὶ ἐκ τω̃ν ἑλκω̃ν αὐτω̃ν καὶ οὐ μετενόησαν ἐκ τω̃ν ἔργων αὐτω̃ν
12 καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ποταμòν τòν μέγαν τòν Εὐφράτην καὶ ἐξηράνθη τò ὕδωρ αὐτου̃ ἵνα ἑτοιμασθη̨̃ ἡ ὁδòς τω̃ν βασιλέων τω̃ν ἀπò ἀνατολη̃ς ἡλίου
13 καὶ εἰ̃δον ἐκ του̃ στόματος του̃ δράκοντος καὶ ἐκ του̃ στόματος του̃ θηρίου καὶ ἐκ του̃ στόματος του̃ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι
14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιου̃ντα σημει̃α ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλει̃ς τη̃ς οἰκουμένης ὅλης συναγαγει̃ν αὐτοὺς εἰς τòν πόλεμον τη̃ς ἡμέρας τη̃ς μεγάλης του̃ θεου̃ του̃ παντοκράτορος
15 ἰδοὺ ἔρχομαι ὡς κλέπτης μακάριος ὁ γρηγορω̃ν καὶ τηρω̃ν τὰ ἱμάτια αὐτου̃ ἵνα μὴ γυμνòς περιπατη̨̃ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτου̃
16 καὶ συνήγαγεν αὐτοὺς εἰς τòν τόπον τòν καλούμενον ‘Εβραϊστὶ ‘Αρμαγεδών
17 καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ἀέρα καὶ ἐξη̃λθεν φωνὴ μεγάλη ἐκ του̃ ναου̃ ἀπò του̃ θρόνου λέγουσα γέγονεν
18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί καὶ σεισμòς ἐγένετο μέγας οἱ̃ος οὐκ ἐγένετο ἀφ' οὑ̃ ἄνθρωπος ἐγένετο ἐπὶ τη̃ς γη̃ς τηλικου̃τος σεισμòς οὕτω μέγας
19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη καὶ αἱ πόλεις τω̃ν ἐθνω̃ν ἔπεσαν καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον του̃ θεου̃ δου̃ναι αὐτη̨̃ τò ποτήριον του̃ οἴνου του̃ θυμου̃ τη̃ς ὀργη̃ς αὐτου̃
20 καὶ πα̃σα νη̃σος ἔφυγεν καὶ ὄρη οὐχ εὑρέθησαν
21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ του̃ οὐρανου̃ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τòν θεòν ἐκ τη̃ς πληγη̃ς τη̃ς χαλάζης ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτη̃ς σφόδρα

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 17

1 καὶ ἠ̃λθεν εἱ̃ς ἐκ τω̃ν ἑπτὰ ἀγγέλων τω̃ν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησεν μετ' ἐμου̃ λέγων δευ̃ρο δείξω σοι τò κρίμα τη̃ς πόρνης τη̃ς μεγάλης τη̃ς καθημένης ἐπὶ ὑδάτων πολλω̃ν
2 μεθ' ἡ̃ς ἐπόρνευσαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ ἐμεθύσθησαν οἱ κατοικου̃ντες τὴν γη̃ν ἐκ του̃ οἴνου τη̃ς πορνείας αὐτη̃ς
3 καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι καὶ εἰ̃δον γυναι̃κα καθημένην ἐπὶ θηρίον κόκκινον γέμοντα ὀνόματα βλασφημίας ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα
4 καὶ ἡ γυνὴ ἠ̃ν περιβεβλημένη πορφυρου̃ν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίω̨ καὶ λίθω̨ τιμίω̨ καὶ μαργαρίταις ἔχουσα ποτήριον χρυσου̃ν ἐν τη̨̃ χειρὶ αὐτη̃ς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τη̃ς πορνείας αὐτη̃ς
5 καὶ ἐπὶ τò μέτωπον αὐτη̃ς ὄνομα γεγραμμένον μυστήριον Βαβυλὼν ἡ μεγάλη ἡ μήτηρ τω̃ν πορνω̃ν καὶ τω̃ν βδελυγμάτων τη̃ς γη̃ς
6 καὶ εἰ̃δον τὴν γυναι̃κα μεθύουσαν ἐκ του̃ αἵματος τω̃ν ἁγίων καὶ ἐκ του̃ αἵματος τω̃ν μαρτύρων ’Ιησου̃ καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαυ̃μα μέγα
7 καὶ εἰ̃πέν μοι ὁ ἄγγελος διὰ τί ἐθαύμασας ἐγὼ ἐρω̃ σοι τò μυστήριον τη̃ς γυναικòς καὶ του̃ θηρίου του̃ βαστάζοντος αὐτήν του̃ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα
8 τò θηρίον ὃ εἰ̃δες ἠ̃ν καὶ οὐκ ἔστιν καὶ μέλλει ἀναβαίνειν ἐκ τη̃ς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει καὶ θαυμασθήσονται οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς ὡ̃ν οὐ γέγραπται τò ὄνομα ἐπὶ τò βιβλίον τη̃ς ζωη̃ς ἀπò καταβολη̃ς κόσμου βλεπόντων τò θηρίον ὅτι ἠ̃ν καὶ οὐκ ἔστιν καὶ παρέσται
9 ὡ̃δε ὁ νου̃ς ὁ ἔχων σοφίαν αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτω̃ν καὶ βασιλει̃ς ἑπτά εἰσιν
10 οἱ πέντε ἔπεσαν ὁ εἱ̃ς ἔστιν ὁ ἄλλος οὔπω ἠ̃λθεν καὶ ὅταν ἔλθη̨ ὀλίγον αὐτòν δει̃ μει̃ναι
11 καὶ τò θηρίον ὃ ἠ̃ν καὶ οὐκ ἔστιν καὶ αὐτòς ὄγδοός ἐστιν καὶ ἐκ τω̃ν ἑπτά ἐστιν καὶ εἰς ἀπώλειαν ὑπάγει
12 καὶ τὰ δέκα κέρατα ἃ εἰ̃δες δέκα βασιλει̃ς εἰσιν οἵτινες βασιλείαν οὔπω ἔλαβον ἀλλὰ ἐξουσίαν ὡς βασιλει̃ς μίαν ὥραν λαμβάνουσιν μετὰ του̃ θηρίου
13 οὑ̃τοι μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτω̃ν τω̨̃ θηρίω̨ διδόασιν
14 οὑ̃τοι μετὰ του̃ ἀρνίου πολεμήσουσιν καὶ τò ἀρνίον νικήσει αὐτούς ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων καὶ οἱ μετ' αὐτου̃ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί
15 καὶ λέγει μοι τὰ ὕδατα ἃ εἰ̃δες οὑ̃ ἡ πόρνη κάθηται λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλω̃σσαι
16 καὶ τὰ δέκα κέρατα ἃ εἰ̃δες καὶ τò θηρίον οὑ̃τοι μισήσουσιν τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν καὶ τὰς σάρκας αὐτη̃ς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί
17 ὁ γὰρ θεòς ἔδωκεν εἰς τὰς καρδίας αὐτω̃ν ποιη̃σαι τὴν γνώμην αὐτου̃ καὶ ποιη̃σαι μίαν γνώμην καὶ δου̃ναι τὴν βασιλείαν αὐτω̃ν τω̨̃ θηρίω̨ ἄχρι τελεσθήσονται οἱ λόγοι του̃ θεου̃
18 καὶ ἡ γυνὴ ἣν εἰ̃δες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τω̃ν βασιλέων τη̃ς γη̃ς

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 18

1 μετὰ ταυ̃τα εἰ̃δον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ του̃ οὐρανου̃ ἔχοντα ἐξουσίαν μεγάλην καὶ ἡ γη̃ ἐφωτίσθη ἐκ τη̃ς δόξης αὐτου̃
2 καὶ ἔκραξεν ἐν ἰσχυρα̨̃ φωνη̨̃ λέγων ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντòς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντòς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντòς θηρίου ἀκαθάρτου καὶ μεμισημένου
3 ὅτι ἐκ του̃ οἴνου του̃ θυμου̃ τη̃ς πορνείας αὐτη̃ς πέπωκαν πάντα τὰ ἔθνη καὶ οἱ βασιλει̃ς τη̃ς γη̃ς μετ' αὐτη̃ς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τη̃ς γη̃ς ἐκ τη̃ς δυνάμεως του̃ στρήνους αὐτη̃ς ἐπλούτησαν
4 καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ του̃ οὐρανου̃ λέγουσαν ἐξέλθατε ὁ λαός μου ἐξ αὐτη̃ς ἵνα μὴ συγκοινωνήσητε ται̃ς ἁμαρτίαις αὐτη̃ς καὶ ἐκ τω̃ν πληγω̃ν αὐτη̃ς ἵνα μὴ λάβητε
5 ὅτι ἐκολλήθησαν αὐτη̃ς αἱ ἁμαρτίαι ἄχρι του̃ οὐρανου̃ καὶ ἐμνημόνευσεν ὁ θεòς τὰ ἀδικήματα αὐτη̃ς
6 ἀπόδοτε αὐτη̨̃ ὡς καὶ αὐτὴ ἀπέδωκεν καὶ διπλώσατε τὰ διπλα̃ κατὰ τὰ ἔργα αὐτη̃ς ἐν τω̨̃ ποτηρίω̨ ὡ̨̃ ἐκέρασεν κεράσατε αὐτη̨̃ διπλου̃ν
7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν τοσου̃τον δότε αὐτη̨̃ βασανισμòν καὶ πένθος ὅτι ἐν τη̨̃ καρδία̨ αὐτη̃ς λέγει ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω
8 διὰ του̃το ἐν μια̨̃ ἡμέρα̨ ἥξουσιν αἱ πληγαὶ αὐτη̃ς θάνατος καὶ πένθος καὶ λιμός καὶ ἐν πυρὶ κατακαυθήσεται ὅτι ἰσχυρòς κύριος ὁ θεòς ὁ κρίνας αὐτήν
9 καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλει̃ς τη̃ς γη̃ς οἱ μετ' αὐτη̃ς πορνεύσαντες καὶ στρηνιάσαντες ὅταν βλέπωσιν τòν καπνòν τη̃ς πυρώσεως αὐτη̃ς
10 ἀπò μακρόθεν ἑστηκότες διὰ τòν φόβον του̃ βασανισμου̃ αὐτη̃ς λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά ὅτι μια̨̃ ὥρα̨ ἠ̃λθεν ἡ κρίσις σου
11 καὶ οἱ ἔμποροι τη̃ς γη̃ς κλαίουσιν καὶ πενθου̃σιν ἐπ' αὐτήν ὅτι τòν γόμον αὐτω̃ν οὐδεὶς ἀγοράζει οὐκέτι
12 γόμον χρυσου̃ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτω̃ν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικου̃ καὶ κοκκίνου καὶ πα̃ν ξύλον θύϊνον καὶ πα̃ν σκευ̃ος ἐλεφάντινον καὶ πα̃ν σκευ̃ος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκου̃ καὶ σιδήρου καὶ μαρμάρου
13 καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἰ̃νον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σι̃τον καὶ κτήνη καὶ πρόβατα καὶ ἵππων καὶ ῥεδω̃ν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων
14 καὶ ἡ ὀπώρα σου τη̃ς ἐπιθυμίας τη̃ς ψυχη̃ς ἀπη̃λθεν ἀπò σου̃ καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπò σου̃ καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν
15 οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ' αὐτη̃ς ἀπò μακρόθεν στήσονται διὰ τòν φόβον του̃ βασανισμου̃ αὐτη̃ς κλαίοντες καὶ πενθου̃ντες
16 λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἡ περιβεβλημένη βύσσινον καὶ πορφυρου̃ν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίω̨ καὶ λίθω̨ τιμίω̨ καὶ μαργαρίτη̨
17 ὅτι μια̨̃ ὥρα̨ ἠρημώθη ὁ τοσου̃τος πλου̃τος καὶ πα̃ς κυβερνήτης καὶ πα̃ς ὁ ἐπὶ τόπον πλέων καὶ ναυ̃ται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπò μακρόθεν ἔστησαν
18 καὶ ἔκραζον βλέποντες τòν καπνòν τη̃ς πυρώσεως αὐτη̃ς λέγοντες τίς ὁμοία τη̨̃ πόλει τη̨̃ μεγάλη̨
19 καὶ ἔβαλον χου̃ν ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν καὶ ἔκραζον κλαίοντες καὶ πενθου̃ντες λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἐν ἡ̨̃ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοι̃α ἐν τη̨̃ θαλάσση̨ ἐκ τη̃ς τιμιότητος αὐτη̃ς ὅτι μια̨̃ ὥρα̨ ἠρημώθη
20 εὐφραίνου ἐπ' αὐτη̨̃ οὐρανέ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφη̃ται ὅτι ἔκρινεν ὁ θεòς τò κρίμα ὑμω̃ν ἐξ αὐτη̃ς
21 καὶ ἠ̃ρεν εἱ̃ς ἄγγελος ἰσχυρòς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθη̨̃ ἔτι
22 καὶ φωνὴ κιθαρω̨δω̃ν καὶ μουσικω̃ν καὶ αὐλητω̃ν καὶ σαλπιστω̃ν οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι καὶ πα̃ς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθη̨̃ ἐν σοὶ ἔτι καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι
23 καὶ φω̃ς λύχνου οὐ μὴ φάνη̨ ἐν σοὶ ἔτι καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι ὅτι οἱ ἔμποροί σου ἠ̃σαν οἱ μεγιστα̃νες τη̃ς γη̃ς ὅτι ἐν τη̨̃ φαρμακεία̨ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη
24 καὶ ἐν αὐτη̨̃ αἱ̃μα προφητω̃ν καὶ ἁγίων εὑρέθη καὶ πάντων τω̃ν ἐσφαγμένων ἐπὶ τη̃ς γη̃ς

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 19,  στἰχοι 1-10

1 μετὰ ταυ̃τα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλου̃ ἐν τω̨̃ οὐρανω̨̃ λεγόντων ἁλληλουϊά ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις του̃ θεου̃ ἡμω̃ν
2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτου̃ ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γη̃ν ἐν τη̨̃ πορνεία̨ αὐτη̃ς καὶ ἐξεδίκησεν τò αἱ̃μα τω̃ν δούλων αὐτου̃ ἐκ χειρòς αὐτη̃ς
3 καὶ δεύτερον εἴρηκαν ἁλληλουϊά καὶ ὁ καπνòς αὐτη̃ς ἀναβαίνει εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων
4 καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζω̨̃α καὶ προσεκύνησαν τω̨̃ θεω̨̃ τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ λέγοντες ἀμήν ἁλληλουϊά
5 καὶ φωνὴ ἀπò του̃ θρόνου ἐξη̃λθεν λέγουσα αἰνει̃τε τω̨̃ θεω̨̃ ἡμω̃ν πάντες οἱ δου̃λοι αὐτου̃ καὶ οἱ φοβούμενοι αὐτόν οἱ μικροὶ καὶ οἱ μεγάλοι
6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλου̃ καὶ ὡς φωνὴν ὑδάτων πολλω̃ν καὶ ὡς φωνὴν βροντω̃ν ἰσχυρω̃ν λεγόντων ἁλληλουϊά ὅτι ἐβασίλευσεν κύριος ὁ θεòς ἡμω̃ν ὁ παντοκράτωρ
7 χαίρωμεν καὶ ἀγαλλιω̃μεν καὶ δώσωμεν τὴν δόξαν αὐτω̨̃ ὅτι ἠ̃λθεν ὁ γάμος του̃ ἀρνίου καὶ ἡ γυνὴ αὐτου̃ ἡτοίμασεν ἑαυτήν
8 καὶ ἐδόθη αὐτη̨̃ ἵνα περιβάληται βύσσινον λαμπρòν καθαρόν τò γὰρ βύσσινον τὰ δικαιώματα τω̃ν ἁγίων ἐστίν
9 καὶ λέγει μοι γράψον μακάριοι οἱ εἰς τò δει̃πνον του̃ γάμου του̃ ἀρνίου κεκλημένοι καὶ λέγει μοι οὑ̃τοι οἱ λόγοι ἀληθινοὶ του̃ θεου̃ εἰσιν
10 καὶ ἔπεσα ἔμπροσθεν τω̃ν ποδω̃ν αὐτου̃ προσκυνη̃σαι αὐτω̨̃ καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τω̃ν ἀδελφω̃ν σου τω̃ν ἐχόντων τὴν μαρτυρίαν ’Ιησου̃ τω̨̃ θεω̨̃ προσκύνησον ἡ γὰρ μαρτυρία ’Ιησου̃ ἐστιν τò πνευ̃μα τη̃ς προφητείας
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).