Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 2

1 τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν ’Εφέσω̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ κρατω̃ν τοὺς ἑπτὰ ἀστέρας ἐν τη̨̃ δεξια̨̃ αὐτου̃ ὁ περιπατω̃ν ἐν μέσω̨ τω̃ν ἑπτὰ λυχνιω̃ν τω̃ν χρυσω̃ν
2 οἰ̃δα τὰ ἔργα σου καὶ τòν κόπον καὶ τὴν ὑπομονήν σου καὶ ὅτι οὐ δύνη̨ βαστάσαι κακούς καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν καὶ εὑ̃ρες αὐτοὺς ψευδει̃ς
3 καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας διὰ τò ὄνομά μου καὶ οὐ κεκοπίακες
4 ἀλλὰ ἔχω κατὰ σου̃ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφη̃κες
5 μνημόνευε οὐ̃ν πόθεν πέπτωκας καὶ μετανόησον καὶ τὰ πρω̃τα ἔργα ποίησον εἰ δὲ μή ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ του̃ τόπου αὐτη̃ς ἐὰν μὴ μετανοήση̨ς
6 ἀλλὰ του̃το ἔχεις ὅτι μισει̃ς τὰ ἔργα τω̃ν Νικολαϊτω̃ν ἃ κἀγὼ μισω̃
7 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις τω̨̃ νικω̃ντι δώσω αὐτω̨̃ φαγει̃ν ἐκ του̃ ξύλου τη̃ς ζωη̃ς ὅ ἐστιν ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃
8 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Σμύρνη̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ πρω̃τος καὶ ὁ ἔσχατος ὃς ἐγένετο νεκρòς καὶ ἔζησεν
9 οἰ̃δά σου τὴν θλι̃ψιν καὶ τὴν πτωχείαν ἀλλὰ πλούσιος εἰ̃ καὶ τὴν βλασφημίαν ἐκ τω̃ν λεγόντων ’Ιουδαίους εἰ̃ναι ἑαυτούς καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ του̃ Σατανα̃
10 μηδὲν φοβου̃ ἃ μέλλεις πάσχειν ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμω̃ν εἰς φυλακὴν ἵνα πειρασθη̃τε καὶ ἕξετε θλι̃ψιν ἡμερω̃ν δέκα γίνου πιστòς ἄχρι θανάτου καὶ δώσω σοι τòν στέφανον τη̃ς ζωη̃ς
11 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις ὁ νικω̃ν οὐ μὴ ἀδικηθη̨̃ ἐκ του̃ θανάτου του̃ δευτέρου
12 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Περγάμω̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξει̃αν
13 οἰ̃δα που̃ κατοικει̃ς ὅπου ὁ θρόνος του̃ Σατανα̃ καὶ κρατει̃ς τò ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ται̃ς ἡμέραις ’Αντιπα̃ς ὁ μάρτυς μου ὁ πιστός μου ὃς ἀπεκτάνθη παρ' ὑμι̃ν ὅπου ὁ Σατανα̃ς κατοικει̃
14 ἀλλ' ἔχω κατὰ σου̃ ὀλίγα ὅτι ἔχεις ἐκει̃ κρατου̃ντας τὴν διδαχὴν Βαλαάμ ὃς ἐδίδασκεν τω̨̃ Βαλὰκ βαλει̃ν σκάνδαλον ἐνώπιον τω̃ν υἱω̃ν ’Ισραήλ φαγει̃ν εἰδωλόθυτα καὶ πορνευ̃σαι
15 οὕτως ἔχεις καὶ σὺ κρατου̃ντας τὴν διδαχὴν τω̃ν Νικολαϊτω̃ν ὁμοίως
16 μετανόησον οὐ̃ν εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ' αὐτω̃ν ἐν τη̨̃ ῥομφαία̨ του̃ στόματός μου
17 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις τω̨̃ νικω̃ντι δώσω αὐτω̨̃ του̃ μάννα του̃ κεκρυμμένου καὶ δώσω αὐτω̨̃ ψη̃φον λευκὴν καὶ ἐπὶ τὴν ψη̃φον ὄνομα καινòν γεγραμμένον ὃ οὐδεὶς οἰ̃δεν εἰ μὴ ὁ λαμβάνων
18 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν θυατείροις ἐκκλησίας γράψον τάδε λέγει ὁ υἱòς του̃ θεου̃ ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτου̃ ὡς φλόγα πυρός καὶ οἱ πόδες αὐτου̃ ὅμοιοι χαλκολιβάνω̨
19 οἰ̃δά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τω̃ν πρώτων
20 ἀλλὰ ἔχω κατὰ σου̃ ὅτι ἀφει̃ς τὴν γυναι̃κα ’Ιεζάβελ ἡ λέγουσα ἑαυτὴν προφη̃τιν καὶ διδάσκει καὶ πλανα̨̃ τοὺς ἐμοὺς δούλους πορνευ̃σαι καὶ φαγει̃ν εἰδωλόθυτα
21 καὶ ἔδωκα αὐτη̨̃ χρόνον ἵνα μετανοήση̨ καὶ οὐ θέλει μετανοη̃σαι ἐκ τη̃ς πορνείας αὐτη̃ς
22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ' αὐτη̃ς εἰς θλι̃ψιν μεγάλην ἐὰν μὴ μετανοήσωσιν ἐκ τω̃ν ἔργων αὐτη̃ς
23 καὶ τὰ τέκνα αὐτη̃ς ἀποκτενω̃ ἐν θανάτω̨ καὶ γνώσονται πα̃σαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνω̃ν νεφροὺς καὶ καρδίας καὶ δώσω ὑμι̃ν ἑκάστω̨ κατὰ τὰ ἔργα ὑμω̃ν
24 ὑμι̃ν δὲ λέγω τοι̃ς λοιποι̃ς τοι̃ς ἐν Θυατείροις ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα του̃ Σατανα̃ ὡς λέγουσιν οὐ βάλλω ἐφ' ὑμα̃ς ἄλλο βάρος
25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὑ̃ ἂν ἥξω
26 καὶ ὁ νικω̃ν καὶ ὁ τηρω̃ν ἄχρι τέλους τὰ ἔργα μου δώσω αὐτω̨̃ ἐξουσίαν ἐπὶ τω̃ν ἐθνω̃ν
27 καὶ ποιμανει̃ αὐτοὺς ἐν ῥάβδω̨ σιδηρα̨̃ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται
28 ὡς κἀγὼ εἴληφα παρὰ του̃ πατρός μου καὶ δώσω αὐτω̨̃ τòν ἀστέρα τòν πρωϊνόν
29 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).