Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 3

καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Σάρδεσιν ἐκκλησίας γράψον τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα του̃ θεου̃ καὶ τοὺς ἑπτὰ ἀστέρας οἰ̃δά σου τὰ ἔργα ὅτι ὄνομα ἔχεις ὅτι ζη̨̃ς καὶ νεκρòς εἰ̃
γίνου γρηγορω̃ν καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανει̃ν οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον του̃ θεου̃ μου
μνημόνευε οὐ̃ν πω̃ς εἴληφας καὶ ἤκουσας καὶ τήρει καὶ μετανόησον ἐὰν οὐ̃ν μὴ γρηγορήση̨ς ἥξω ὡς κλέπτης καὶ οὐ μὴ γνω̨̃ς ποίαν ὥραν ἥξω ἐπὶ σέ
ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτω̃ν καὶ περιπατήσουσιν μετ' ἐμου̃ ἐν λευκοι̃ς ὅτι ἄξιοί εἰσιν
ὁ νικω̃ν οὕτως περιβαλει̃ται ἐν ἱματίοις λευκοι̃ς καὶ οὐ μὴ ἐξαλείψω τò ὄνομα αὐτου̃ ἐκ τη̃ς βίβλου τη̃ς ζωη̃ς καὶ ὁμολογήσω τò ὄνομα αὐτου̃ ἐνώπιον του̃ πατρός μου καὶ ἐνώπιον τω̃ν ἀγγέλων αὐτου̃
ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις
καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Φιλαδελφεία̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἅγιος ὁ ἀληθινός ὁ ἔχων τὴν κλει̃ν Δαυίδ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει
οἰ̃δά σου τὰ ἔργα ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεω̨γμένην ἣν οὐδεὶς δύναται κλει̃σαι αὐτήν ὅτι μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησάς μου τòν λόγον καὶ οὐκ ἠρνήσω τò ὄνομά μου
ἰδοὺ διδω̃ ἐκ τη̃ς συναγωγη̃ς του̃ Σατανα̃ τω̃ν λεγόντων ἑαυτοὺς ’Ιουδαίους εἰ̃ναι καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τω̃ν ποδω̃ν σου καὶ γνω̃σιν ὅτι ἐγὼ ἠγάπησά σε
10 ὅτι ἐτήρησας τòν λόγον τη̃ς ὑπομονη̃ς μου κἀγώ σε τηρήσω ἐκ τη̃ς ὥρας του̃ πειρασμου̃ τη̃ς μελλούσης ἔρχεσθαι ἐπὶ τη̃ς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς
11 ἔρχομαι ταχύ κράτει ὃ ἔχεις ἵνα μηδεὶς λάβη̨ τòν στέφανόν σου
12 ὁ νικω̃ν ποιήσω αὐτòν στυ̃λον ἐν τω̨̃ ναω̨̃ του̃ θεου̃ μου καὶ ἔξω οὐ μὴ ἐξέλθη̨ ἔτι καὶ γράψω ἐπ' αὐτòν τò ὄνομα του̃ θεου̃ μου καὶ τò ὄνομα τη̃ς πόλεως του̃ θεου̃ μου τη̃ς καινη̃ς ’Ιερουσαλήμ ἡ καταβαίνουσα ἐκ του̃ οὐρανου̃ ἀπò του̃ θεου̃ μου καὶ τò ὄνομά μου τò καινόν
13 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις
14 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Λαοδικεία̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἀμήν ὁ μάρτυς ὁ πιστòς καὶ ἀληθινός ἡ ἀρχὴ τη̃ς κτίσεως του̃ θεου̃
15 οἰ̃δά σου τὰ ἔργα ὅτι οὔτε ψυχρòς εἰ̃ οὔτε ζεστός ὄφελον ψυχρòς ἠ̃ς ἢ ζεστός
16 οὕτως ὅτι χλιαρòς εἰ̃ καὶ οὔτε ζεστòς οὔτε ψυχρός μέλλω σε ἐμέσαι ἐκ του̃ στόματός μου
17 ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω καὶ οὐκ οἰ̃δας ὅτι σὺ εἰ̃ ὁ ταλαίπωρος καὶ ἐλεεινòς καὶ πτωχòς καὶ τυφλòς καὶ γυμνός
18 συμβουλεύω σοι ἀγοράσαι παρ' ἐμου̃ χρυσίον πεπυρωμένον ἐκ πυρòς ἵνα πλουτήση̨ς καὶ ἱμάτια λευκὰ ἵνα περιβάλη̨ καὶ μὴ φανερωθη̨̃ ἡ αἰσχύνη τη̃ς γυμνότητός σου καὶ κολλούριον ἐγχρι̃σαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπη̨ς
19 ἐγὼ ὅσους ἐὰν φιλω̃ ἐλέγχω καὶ παιδεύω ζήλευε οὐ̃ν καὶ μετανόησον
20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω ἐάν τις ἀκούση̨ τη̃ς φωνη̃ς μου καὶ ἀνοίξη̨ τὴν θύραν καὶ εἰσελεύσομαι πρòς αὐτòν καὶ δειπνήσω μετ' αὐτου̃ καὶ αὐτòς μετ' ἐμου̃
21 ὁ νικω̃ν δώσω αὐτω̨̃ καθίσαι μετ' ἐμου̃ ἐν τω̨̃ θρόνω̨ μου ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ του̃ πατρός μου ἐν τω̨̃ θρόνω̨ αὐτου̃
22 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).