1 Παυ̃λος δου̃λος Χριστου̃ ’Ιησου̃ κλητòς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεου̃ |
2 ὃ προεπηγγείλατο διὰ τω̃ν προφητω̃ν αὐτου̃ ἐν γραφαι̃ς ἁγίαις |
3 περὶ του̃ υἱου̃ αὐτου̃ του̃ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα |
4 του̃ ὁρισθέντος υἱου̃ θεου̃ ἐν δυνάμει κατὰ πνευ̃μα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρω̃ν ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν |
5 δι' οὑ̃ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πα̃σιν τοι̃ς ἔθνεσιν ὑπὲρ του̃ ὀνόματος αὐτου̃ |
6 ἐν οἱ̃ς ἐστε καὶ ὑμει̃ς κλητοὶ ’Ιησου̃ Χριστου̃ |
7 πα̃σιν τοι̃ς οὐ̃σιν ἐν ‘Ρώμη̨ ἀγαπητοι̃ς θεου̃ κλητοι̃ς ἁγίοις χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃ |
8 πρω̃τον μὲν εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου διὰ ’Ιησου̃ Χριστου̃ περὶ πάντων ὑμω̃ν ὅτι ἡ πίστις ὑμω̃ν καταγγέλλεται ἐν ὅλω̨ τω̨̃ κόσμω̨ |
9 μάρτυς γάρ μού ἐστιν ὁ θεός ὡ̨̃ λατρεύω ἐν τω̨̃ πνεύματί μου ἐν τω̨̃ εὐαγγελίω̨ του̃ υἱου̃ αὐτου̃ ὡς ἀδιαλείπτως μνείαν ὑμω̃ν ποιου̃μαι |
10 πάντοτε ἐπὶ τω̃ν προσευχω̃ν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τω̨̃ θελήματι του̃ θεου̃ ἐλθει̃ν πρòς ὑμα̃ς |
11 ἐπιποθω̃ γὰρ ἰδει̃ν ὑμα̃ς ἵνα τι μεταδω̃ χάρισμα ὑμι̃ν πνευματικòν εἰς τò στηριχθη̃ναι ὑμα̃ς |
12 του̃το δέ ἐστιν συμπαρακληθη̃ναι ἐν ὑμι̃ν διὰ τη̃ς ἐν ἀλλήλοις πίστεως ὑμω̃ν τε καὶ ἐμου̃ |
13 οὐ θέλω δὲ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι πολλάκις προεθέμην ἐλθει̃ν πρòς ὑμα̃ς καὶ ἐκωλύθην ἄχρι του̃ δευ̃ρο ἵνα τινὰ καρπòν σχω̃ καὶ ἐν ὑμι̃ν καθὼς καὶ ἐν τοι̃ς λοιποι̃ς ἔθνεσιν |
14 ‘Έλλησίν τε καὶ βαρβάροις σοφοι̃ς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί |
15 οὕτως τò κατ' ἐμὲ πρόθυμον καὶ ὑμι̃ν τοι̃ς ἐν ‘Ρώμη̨ εὐαγγελίσασθαι |
16 οὐ γὰρ ἐπαισχύνομαι τò εὐαγγέλιον δύναμις γὰρ θεου̃ ἐστιν εἰς σωτηρίαν παντὶ τω̨̃ πιστεύοντι ’Ιουδαίω̨ τε πρω̃τον καὶ ‘Έλληνι |
17 δικαιοσύνη γὰρ θεου̃ ἐν αὐτω̨̃ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται |
18 ἀποκαλύπτεται γὰρ ὀργὴ θεου̃ ἀπ' οὐρανου̃ ἐπὶ πα̃σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τω̃ν τὴν ἀλήθειαν ἐν ἀδικία̨ κατεχόντων |
19 διότι τò γνωστòν του̃ θεου̃ φανερόν ἐστιν ἐν αὐτοι̃ς ὁ θεòς γὰρ αὐτοι̃ς ἐφανέρωσεν |
20 τὰ γὰρ ἀόρατα αὐτου̃ ἀπò κτίσεως κόσμου τοι̃ς ποιήμασιν νοούμενα καθορα̃ται ἥ τε ἀΐδιος αὐτου̃ δύναμις καὶ θειότης εἰς τò εἰ̃ναι αὐτοὺς ἀναπολογήτους |
21 διότι γνόντες τòν θεòν οὐχ ὡς θεòν ἐδόξασαν ἢ ηὐχαρίστησαν ἀλλ' ἐματαιώθησαν ἐν τοι̃ς διαλογισμοι̃ς αὐτω̃ν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτω̃ν καρδία |
22 φάσκοντες εἰ̃ναι σοφοὶ ἐμωράνθησαν |
23 καὶ ἤλλαξαν τὴν δόξαν του̃ ἀφθάρτου θεου̃ ἐν ὁμοιώματι εἰκόνος φθαρτου̃ ἀνθρώπου καὶ πετεινω̃ν καὶ τετραπόδων καὶ ἑρπετω̃ν |
24 διò παρέδωκεν αὐτοὺς ὁ θεòς ἐν ται̃ς ἐπιθυμίαις τω̃ν καρδιω̃ν αὐτω̃ν εἰς ἀκαθαρσίαν του̃ ἀτιμάζεσθαι τὰ σώματα αὐτω̃ν ἐν αὐτοι̃ς |
25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν του̃ θεου̃ ἐν τω̨̃ ψεύδει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τη̨̃ κτίσει παρὰ τòν κτίσαντα ὅς ἐστιν εὐλογητòς εἰς τοὺς αἰω̃νας ἀμήν |
26 διὰ του̃το παρέδωκεν αὐτοὺς ὁ θεòς εἰς πάθη ἀτιμίας αἵ τε γὰρ θήλειαι αὐτω̃ν μετήλλαξαν τὴν φυσικὴν χρη̃σιν εἰς τὴν παρὰ φύσιν |
27 ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρη̃σιν τη̃ς θηλείας ἐξεκαύθησαν ἐν τη̨̃ ὀρέξει αὐτω̃ν εἰς ἀλλήλους ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τη̃ς πλάνης αὐτω̃ν ἐν ἑαυτοι̃ς ἀπολαμβάνοντες |
28 καὶ καθὼς οὐκ ἐδοκίμασαν τòν θεòν ἔχειν ἐν ἐπιγνώσει παρέδωκεν αὐτοὺς ὁ θεòς εἰς ἀδόκιμον νου̃ν ποιει̃ν τὰ μὴ καθήκοντα |
29 πεπληρωμένους πάση̨ ἀδικία̨ πονηρία̨ πλεονεξία̨ κακία̨ μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστάς |
30 καταλάλους θεοστυγει̃ς ὑβριστάς ὑπερηφάνους ἀλαζόνας ἐφευρετὰς κακω̃ν γονευ̃σιν ἀπειθει̃ς |
31 ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀνελεήμονας |
32 οἵτινες τò δικαίωμα του̃ θεου̃ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαυ̃τα πράσσοντες ἄξιοι θανάτου εἰσίν οὐ μόνον αὐτὰ ποιου̃σιν ἀλλὰ καὶ συνευδοκου̃σιν τοι̃ς πράσσουσιν |