Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 4

τί οὐ̃ν ἐρου̃μεν εὑρηκέναι ’Αβραὰμ τòν προπάτορα ἡμω̃ν κατὰ σάρκα
εἰ γὰρ ’Αβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἀλλ' οὐ πρòς θεόν
τί γὰρ ἡ γραφὴ λέγει ἐπίστευσεν δὲ ’Αβραὰμ τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην
τω̨̃ δὲ ἐργαζομένω̨ ὁ μισθòς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα
τω̨̃ δὲ μὴ ἐργαζομένω̨ πιστεύοντι δὲ ἐπὶ τòν δικαιου̃ντα τòν ἀσεβη̃ λογίζεται ἡ πίστις αὐτου̃ εἰς δικαιοσύνην
καθάπερ καὶ Δαυὶδ λέγει τòν μακαρισμòν του̃ ἀνθρώπου ὡ̨̃ ὁ θεòς λογίζεται δικαιοσύνην χωρὶς ἔργων
μακάριοι ὡ̃ν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὡ̃ν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι
μακάριος ἀνὴρ οὑ̃ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν
ὁ μακαρισμòς οὐ̃ν οὑ̃τος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν λέγομεν γάρ ἐλογίσθη τω̨̃ ’Αβραὰμ ἡ πίστις εἰς δικαιοσύνην
10 πω̃ς οὐ̃ν ἐλογίσθη ἐν περιτομη̨̃ ὄντι ἢ ἐν ἀκροβυστία̨ οὐκ ἐν περιτομη̨̃ ἀλλ' ἐν ἀκροβυστία̨
11 καὶ σημει̃ον ἔλαβεν περιτομη̃ς σφραγι̃δα τη̃ς δικαιοσύνης τη̃ς πίστεως τη̃ς ἐν τη̨̃ ἀκροβυστία̨ εἰς τò εἰ̃ναι αὐτòν πατέρα πάντων τω̃ν πιστευόντων δι' ἀκροβυστίας εἰς τò λογισθη̃ναι καὶ αὐτοι̃ς τὴν δικαιοσύνην
12 καὶ πατέρα περιτομη̃ς τοι̃ς οὐκ ἐκ περιτομη̃ς μόνον ἀλλὰ καὶ τοι̃ς στοιχου̃σιν τοι̃ς ἴχνεσιν τη̃ς ἐν ἀκροβυστία̨ πίστεως του̃ πατρòς ἡμω̃ν ’Αβραάμ
13 οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τω̨̃ ’Αβραὰμ ἢ τω̨̃ σπέρματι αὐτου̃ τò κληρονόμον αὐτòν εἰ̃ναι κόσμου ἀλλὰ διὰ δικαιοσύνης πίστεως
14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία
15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται οὑ̃ δὲ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις
16 διὰ του̃το ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τò εἰ̃ναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τω̨̃ σπέρματι οὐ τω̨̃ ἐκ του̃ νόμου μόνον ἀλλὰ καὶ τω̨̃ ἐκ πίστεως ’Αβραάμ ὅς ἐστιν πατὴρ πάντων ἡμω̃ν
17 καθὼς γέγραπται ὅτι πατέρα πολλω̃ν ἐθνω̃ν τέθεικά σε κατέναντι οὑ̃ ἐπίστευσεν θεου̃ του̃ ζω̨οποιου̃ντος τοὺς νεκροὺς καὶ καλου̃ντος τὰ μὴ ὄντα ὡς ὄντα
18 ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τò γενέσθαι αὐτòν πατέρα πολλω̃ν ἐθνω̃ν κατὰ τò εἰρημένον οὕτως ἔσται τò σπέρμα σου
19 καὶ μὴ ἀσθενήσας τη̨̃ πίστει κατενόησεν τò ἑαυτου̃ σω̃μα ἤδη νενεκρωμένον ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τη̃ς μήτρας Σάρρας
20 εἰς δὲ τὴν ἐπαγγελίαν του̃ θεου̃ οὐ διεκρίθη τη̨̃ ἀπιστία̨ ἀλλ' ἐνεδυναμώθη τη̨̃ πίστει δοὺς δόξαν τω̨̃ θεω̨̃
21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιη̃σαι
22 διò καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην
23 οὐκ ἐγράφη δὲ δι' αὐτòν μόνον ὅτι ἐλογίσθη αὐτω̨̃
24 ἀλλὰ καὶ δι' ἡμα̃ς οἱ̃ς μέλλει λογίζεσθαι τοι̃ς πιστεύουσιν ἐπὶ τòν ἐγείραντα ’Ιησου̃ν τòν κύριον ἡμω̃ν ἐκ νεκρω̃ν
25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμω̃ν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).