ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 5,
στἰχοι 1-11
1 δικαιωθέντες οὐ̃ν ἐκ πίστεως εἰρήνην ἔχομεν πρòς τòν θεòν διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ |
2 δι' οὑ̃ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τη̨̃ πίστει εἰς τὴν χάριν ταύτην ἐν ἡ̨̃ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ' ἐλπίδι τη̃ς δόξης του̃ θεου̃ |
3 οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμεθα ἐν ται̃ς θλίψεσιν εἰδότες ὅτι ἡ θλι̃ψις ὑπομονὴν κατεργάζεται |
4 ἡ δὲ ὑπομονὴ δοκιμήν ἡ δὲ δοκιμὴ ἐλπίδα |
5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει ὅτι ἡ ἀγάπη του̃ θεου̃ ἐκκέχυται ἐν ται̃ς καρδίαις ἡμω̃ν διὰ πνεύματος ἁγίου του̃ δοθέντος ἡμι̃ν |
6 ἔτι γὰρ Χριστòς ὄντων ἡμω̃ν ἀσθενω̃ν ἔτι κατὰ καιρòν ὑπὲρ ἀσεβω̃ν ἀπέθανεν |
7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανει̃ται ὑπὲρ γὰρ του̃ ἀγαθου̃ τάχα τις καὶ τολμα̨̃ ἀποθανει̃ν |
8 συνίστησιν δὲ τὴν ἑαυτου̃ ἀγάπην εἰς ἡμα̃ς ὁ θεòς ὅτι ἔτι ἁμαρτωλω̃ν ὄντων ἡμω̃ν Χριστòς ὑπὲρ ἡμω̃ν ἀπέθανεν |
9 πολλω̨̃ οὐ̃ν μα̃λλον δικαιωθέντες νυ̃ν ἐν τω̨̃ αἵματι αὐτου̃ σωθησόμεθα δι' αὐτου̃ ἀπò τη̃ς ὀργη̃ς |
10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τω̨̃ θεω̨̃ διὰ του̃ θανάτου του̃ υἱου̃ αὐτου̃ πολλω̨̃ μα̃λλον καταλλαγέντες σωθησόμεθα ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ |
11 οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμενοι ἐν τω̨̃ θεω̨̃ διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ δι' οὑ̃ νυ̃ν τὴν καταλλαγὴν ἐλάβομεν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.