Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΤΩΒΊΤ, κεφαλίς 11

καὶ ἐπορεύετο μέχρις οὑ̃ ἐγγίσαι αὐτοὺς εἰς Νινευη καὶ εἰ̃πεν Ραφαηλ πρὸς Τωβιαν
οὐ γινώσκεις ἄδελφε πω̃ς ἀφη̃κας τὸν πατέρα σου
προδράμωμεν ἔμπροσθεν τη̃ς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν
λαβὲ δὲ παρὰ χει̃ρα τὴν χολὴν του̃ ἰχθύος καὶ ἐπορεύθησαν καὶ συνη̃λθεν ὁ κύων ὄπισθεν αὐτω̃ν
καὶ Αννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παι̃δα αὐτη̃ς
καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἰ̃πεν τω̨̃ πατρὶ αὐτου̃ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ' αὐτου̃
καὶ Ραφαηλ εἰ̃πεν ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου
σὺ οὐ̃ν ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλει̃ τὰ λευκώματα καὶ ὄψεταί σε
καὶ προσδραμου̃σα Αννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον του̃ υἱου̃ αὐτη̃ς καὶ εἰ̃πεν αὐτω̨̃ εἰ̃δόν σε παιδίον ἀπὸ του̃ νυ̃ν ἀποθανου̃μαι καὶ ἔκλαυσαν ἀμφότεροι
10 καὶ Τωβιτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν ὁ δὲ υἱὸς προσέδραμεν αὐτω̨̃
11 καὶ ἐπελάβετο του̃ πατρὸς αὐτου̃ καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς του̃ πατρὸς αὐτου̃ λέγων θάρσει πάτερ
12 ὡς δὲ συνεδήχθησαν διέτριψε τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ ἐλεπίσθη ἀπὸ τω̃ν κανθω̃ν τω̃ν ὀφθαλμω̃ν αὐτου̃ τὰ λευκώματα
13 καὶ ἰδὼν τὸν υἱὸν αὐτου̃ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτου̃ καὶ ἔκλαυσεν καὶ εἰ̃πεν
14 εὐλογητὸς εἰ̃ ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου
15 καὶ εἰση̃λθεν ὁ υἱὸς αὐτου̃ χαίρων καὶ ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτου̃ τὰ μεγαλει̃α τὰ γενόμενα αὐτω̨̃ ἐν τη̨̃ Μηδία̨
16 καὶ ἐξη̃λθεν Τωβιτ εἰς συνάντησιν τη̨̃ νύμφη̨ αὐτου̃ χαίρων καὶ εὐλογω̃ν τὸν θεὸν πρὸς τη̨̃ πύλη̨ Νινευη καὶ ἐθαύμαζον οἱ θεωρου̃ντες αὐτὸν πορευόμενον ὅτι ἔβλεψεν καὶ Τωβιτ ἐξωμολογει̃το ἐνώπιον αὐτω̃ν ὅτι ἠλέησεν αὐτὸν ὁ θεός
17 καὶ ὡς ἤγγισεν Τωβιτ Σαρρα τη̨̃ νύμφη̨ αὐτου̃ κατευλόγησεν αὐτὴν λέγων ἔλθοις ὑγιαίνουσα θύγατερ εὐλογητὸς ὁ θεός ὃς ἤγαγέν σε πρὸς ἡμα̃ς καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου
18 καὶ ἐγένετο χαρὰ πα̃σι τοι̃ς ἐν Νινευη ἀδελφοι̃ς αὐτου̃
19 καὶ παρεγένετο Αχιαχαρος καὶ Νασβας ὁ ἐξάδελφος αὐτου̃ καὶ ἤχθη ὁ γάμος Τωβια μετ' εὐφροσύνης ἑπτὰ ἡμέρας
Читать далее:ΤΩΒΊΤ, κεφαλίς 12
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).