Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 11

διάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πυ̃ρ τὰς κέδρους σου
ὀλολυξάτω πίτυς διότι πέπτωκεν κέδρος ὅτι μεγάλως μεγιστα̃νες ἐταλαιπώρησαν ὀλολύξατε δρύες τη̃ς Βασανίτιδος ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος
φωνὴ θρηνούντων ποιμένων ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτω̃ν φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα του̃ Ιορδάνου
τάδε λέγει κύριος παντοκράτωρ ποιμαίνετε τὰ πρόβατα τη̃ς σφαγη̃ς
ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο καὶ οἱ πωλου̃ντες αὐτὰ ἔλεγον εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν καὶ οἱ ποιμένες αὐτω̃ν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοι̃ς
διὰ του̃το οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικου̃ντας τὴν γη̃ν λέγει κύριος καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χει̃ρας του̃ πλησίον αὐτου̃ καὶ εἰς χει̃ρας βασιλέως αὐτου̃ καὶ κατακόψουσιν τὴν γη̃ν καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτω̃ν
καὶ ποιμανω̃ τὰ πρόβατα τη̃ς σφαγη̃ς εἰς τὴν Χαναανι̃τιν καὶ λήμψομαι ἐμαυτω̨̃ δύο ῥάβδους τὴν μίαν ἐκάλεσα Κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα καὶ ποιμανω̃ τὰ πρόβατα
καὶ ἐξαρω̃ τοὺς τρει̃ς ποιμένας ἐν μηνὶ ἑνί καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς καὶ γὰρ αἱ ψυχαὶ αὐτω̃ν ἐπωρύοντο ἐπ' ἐμέ
καὶ εἰ̃πα οὐ ποιμανω̃ ὑμα̃ς τὸ ἀποθνη̨̃σκον ἀποθνη̨σκέτω καὶ τὸ ἐκλει̃πον ἐκλειπέτω καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας του̃ πλησίον αὐτου̃
10 καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν του̃ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς
11 καὶ διασκεδασθήσεται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ γνώσονται οἱ Χαναναι̃οι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου ἐστίν
12 καὶ ἐρω̃ πρὸς αὐτούς εἰ καλὸν ἐνώπιον ὑμω̃ν ἐστιν δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυρου̃ς
13 καὶ εἰ̃πεν κύριος πρός με κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτω̃ν καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυρου̃ς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἰ̃κον κυρίου εἰς τὸ χωνευτήριον
14 καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ Σχοίνισμα του̃ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον του̃ Ισραηλ
15 καὶ εἰ̃πεν κύριος πρός με ἔτι λαβὲ σεαυτω̨̃ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου
16 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γη̃ν τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήση̨ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνη̨ καὶ τὰ κρέα τω̃ν ἐκλεκτω̃ν καταφάγεται καὶ τοὺς ἀστραγάλους αὐτω̃ν ἐκστρέψει
17 ὠ̃ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτου̃ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτου̃ ὁ βραχίων αὐτου̃ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτου̃ ἐκτυφλούμενος ἐκτυφλωθήσεται
Читать далее:ΖΑΧΑΡΙΑΣ, κεφαλίς 12
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).