Библия-Центр
РУ

Мысли вслух на 1 Цар 20:1-43

καὶ ἀπέδρα Δαυιδ ἐκ Ναυαθ ἐν Ραμα καὶ ἔρχεται ἐνώπιον Ιωναθαν καὶ εἰ̃πεν τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον του̃ πατρός σου ὅτι ἐπιζητει̃ τὴν ψυχήν μου
καὶ εἰ̃πεν αὐτω̨̃ Ιωναθαν μηδαμω̃ς σοι οὐ μὴ ἀποθάνη̨ς ἰδοὺ οὐ μὴ ποιήση̨ ὁ πατήρ μου ῥη̃μα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥη̃μα του̃το οὐκ ἔστιν του̃το
καὶ ἀπεκρίθη Δαυιδ τω̨̃ Ιωναθαν καὶ εἰ̃πεν γινώσκων οἰ̃δεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοι̃ς σου καὶ εἰ̃πεν μὴ γνώτω του̃το Ιωναθαν μὴ οὐ βούληται ἀλλὰ ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου ὅτι καθὼς εἰ̃πον ἐμπέπλησται ἀνὰ μέσον μου καὶ του̃ θανάτου
καὶ εἰ̃πεν Ιωναθαν πρὸς Δαυιδ τί ἐπιθυμει̃ ἡ ψυχή σου καὶ τί ποιήσω σοι
καὶ εἰ̃πεν Δαυιδ πρὸς Ιωναθαν ἰδοὺ δὴ νεομηνία αὔριον καὶ ἐγὼ καθίσας οὐ καθήσομαι μετὰ του̃ βασιλέως φαγει̃ν καὶ ἐξαποστελει̃ς με καὶ κρυβήσομαι ἐν τω̨̃ πεδίω̨ ἕως δείλης
ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου καὶ ἐρει̃ς παραιτούμενος παρη̨τήσατο ἀπ' ἐμου̃ Δαυιδ δραμει̃ν ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτου̃ ὅτι θυσία τω̃ν ἡμερω̃ν ἐκει̃ ὅλη̨ τη̨̃ φυλη̨̃
ἐὰν τάδε εἴπη̨ ἀγαθω̃ς εἰρήνη τω̨̃ δούλω̨ σου καὶ ἐὰν σκληρω̃ς ἀποκριθη̨̃ σοι γνω̃θι ὅτι συντετέλεσται ἡ κακία παρ' αὐτου̃
καὶ ποιήσεις ἔλεος μετὰ του̃ δούλου σου ὅτι εἰσήγαγες εἰς διαθήκην κυρίου τὸν δου̃λόν σου μετὰ σεαυτου̃ καὶ εἰ ἔστιν ἀδικία ἐν τω̨̃ δούλω̨ σου θανάτωσόν με σύ καὶ ἕως του̃ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με
καὶ εἰ̃πεν Ιωναθαν μηδαμω̃ς σοι ὅτι ἐὰν γινώσκων γνω̃ ὅτι συντετέλεσται ἡ κακία παρὰ του̃ πατρός μου του̃ ἐλθει̃ν ἐπὶ σέ καὶ ἐὰν μή εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελω̃ σοι
10 καὶ εἰ̃πεν Δαυιδ πρὸς Ιωναθαν τίς ἀπαγγελει̃ μοι ἐὰν ἀποκριθη̨̃ ὁ πατήρ σου σκληρω̃ς
11 καὶ εἰ̃πεν Ιωναθαν πρὸς Δαυιδ πορεύου καὶ μένε εἰς ἀγρόν καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν
12 καὶ εἰ̃πεν Ιωναθαν πρὸς Δαυιδ κύριος ὁ θεὸς Ισραηλ οἰ̃δεν ὅτι ἀνακρινω̃ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσω̃ς καὶ ἰδοὺ ἀγαθὸν ἠ̨̃ περὶ Δαυιδ καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν
13 τάδε ποιήσαι ὁ θεὸς τω̨̃ Ιωναθαν καὶ τάδε προσθείη ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελω̃ σε καὶ ἀπελεύση̨ εἰς εἰρήνην καὶ ἔσται κύριος μετὰ σου̃ καθὼς ἠ̃ν μετὰ του̃ πατρός μου
14 καὶ μὲν ἔτι μου ζω̃ντος καὶ ποιήσεις ἔλεος μετ' ἐμου̃ καὶ ἐὰν θανάτω̨ ἀποθάνω
15 οὐκ ἐξαρει̃ς ἔλεός σου ἀπὸ του̃ οἴκου μου ἕως του̃ αἰω̃νος καὶ εἰ μὴ ἐν τω̨̃ ἐξαίρειν κύριον τοὺς ἐχθροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τη̃ς γη̃ς
16 ἐξαρθη̃ναι τὸ ὄνομα του̃ Ιωναθαν ἀπὸ του̃ οἴκου Δαυιδ καὶ ἐκζητήσαι κύριος ἐχθροὺς του̃ Δαυιδ
17 καὶ προσέθετο ἔτι Ιωναθαν ὀμόσαι τω̨̃ Δαυιδ ὅτι ἠγάπησεν ψυχὴν ἀγαπω̃ντος αὐτόν
18 καὶ εἰ̃πεν Ιωναθαν αὔριον νουμηνία καὶ ἐπισκεπήση̨ ὅτι ἐπισκεπήσεται καθέδρα σου
19 καὶ τρισσεύσεις καὶ ἐπισκέψη̨ καὶ ἥξεις εἰς τὸν τόπον σου οὑ̃ ἐκρύβης ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἐργασίμη̨ καὶ καθήση̨ παρὰ τὸ εργαβ ἐκει̃νο
20 καὶ ἐγὼ τρισσεύσω ται̃ς σχίζαις ἀκοντίζων ἐκπέμπων εἰς τὴν αματταρι
21 καὶ ἰδοὺ ἀποστελω̃ τὸ παιδάριον λέγων δευ̃ρο εὑρέ μοι τὴν σχίζαν ἐὰν εἴπω λέγων τω̨̃ παιδαρίω̨ ὡ̃δε ἡ σχίζα ἀπὸ σου̃ καὶ ὡ̃δε λαβὲ αὐτήν παραγίνου ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος ζη̨̃ κύριος
22 ἐὰν τάδε εἴπω τω̨̃ νεανίσκω̨ ὡ̃δε ἡ σχίζα ἀπὸ σου̃ καὶ ἐπέκεινα πορεύου ὅτι ἐξαπέσταλκέν σε κύριος
23 καὶ τὸ ῥη̃μα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ ἰδοὺ κύριος μάρτυς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ ἕως αἰω̃νος
24 καὶ κρύπτεται Δαυιδ ἐν ἀγρω̨̃ καὶ παραγίνεται ὁ μήν καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν του̃ φαγει̃ν
25 καὶ ἐκάθισεν ὁ βασιλεὺς ἐπὶ τὴν καθέδραν αὐτου̃ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τη̃ς καθέδρας παρὰ τοι̃χον καὶ προέφθασεν τὸν Ιωναθαν καὶ ἐκάθισεν Αβεννηρ ἐκ πλαγίων Σαουλ καὶ ἐπεσκέπη ὁ τόπος Δαυιδ
26 καὶ οὐκ ἐλάλησεν Σαουλ οὐδὲν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι εἰ̃πεν σύμπτωμα φαίνεται μὴ καθαρὸς εἰ̃ναι ὅτι οὐ κεκαθάρισται
27 καὶ ἐγενήθη τη̨̃ ἐπαύριον του̃ μηνὸς τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ καὶ ἐπεσκέπη ὁ τόπος του̃ Δαυιδ καὶ εἰ̃πεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτου̃ τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν
28 καὶ ἀπεκρίθη Ιωναθαν τω̨̃ Σαουλ καὶ εἰ̃πεν αὐτω̨̃ παρή̨τηται Δαυιδ παρ' ἐμου̃ ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτου̃ πορευθη̃ναι
29 καὶ εἰ̃πεν ἐξαπόστειλον δή με ὅτι θυσία τη̃ς φυλη̃ς ἡμι̃ν ἐν τη̨̃ πόλει καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου καὶ νυ̃ν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοι̃ς σου διασωθήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου διὰ του̃το οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν του̃ βασιλέως
30 καὶ ἐθυμώθη ὀργη̨̃ Σαουλ ἐπὶ Ιωναθαν σφόδρα καὶ εἰ̃πεν αὐτω̨̃ υἱὲ κορασίων αὐτομολούντων οὐ γὰρ οἰ̃δα ὅτι μέτοχος εἰ̃ σὺ τω̨̃ υἱω̨̃ Ιεσσαι εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου
31 ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ιεσσαι ζη̨̃ ἐπὶ τη̃ς γη̃ς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου νυ̃ν οὐ̃ν ἀποστείλας λαβὲ τὸν νεανίαν ὅτι υἱὸς θανάτου οὑ̃τος
32 καὶ ἀπεκρίθη Ιωναθαν τω̨̃ Σαουλ ἵνα τί ἀποθνή̨σκει τί πεποίηκεν
33 καὶ ἐπη̃ρεν Σαουλ τὸ δόρυ ἐπὶ Ιωναθαν του̃ θανατω̃σαι αὐτόν καὶ ἔγνω Ιωναθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ του̃ πατρὸς αὐτου̃ θανατω̃σαι τὸν Δαυιδ
34 καὶ ἀνεπήδησεν Ιωναθαν ἀπὸ τη̃ς τραπέζης ἐν ὀργη̨̃ θυμου̃ καὶ οὐκ ἔφαγεν ἐν τη̨̃ δευτέρα̨ του̃ μηνὸς ἄρτον ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυιδ ὅτι συνετέλεσεν ἐπ' αὐτὸν ὁ πατὴρ αὐτου̃
35 καὶ ἐγενήθη πρωὶ καὶ ἐξη̃λθεν Ιωναθαν εἰς ἀγρόν καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυιδ καὶ παιδάριον μικρὸν μετ' αὐτου̃
36 καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ δράμε εὑρέ μοι τὰς σχίζας ἐν αἱ̃ς ἐγὼ ἀκοντίζω καὶ τὸ παιδάριον ἔδραμε καὶ αὐτὸς ἠκόντιζε τη̨̃ σχίζη̨ καὶ παρήγαγεν αὐτήν
37 καὶ ἠ̃λθεν τὸ παιδάριον ἕως του̃ τόπου τη̃ς σχίζης οὑ̃ ἠκόντιζεν Ιωναθαν καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω του̃ νεανίου καὶ εἰ̃πεν ἐκει̃ ἡ σχίζα ἀπὸ σου̃ καὶ ἐπέκεινα
38 καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω του̃ παιδαρίου αὐτου̃ λέγων ταχύνας σπευ̃σον καὶ μὴ στη̨̃ς καὶ ἀνέλεξεν τὸ παιδάριον Ιωναθαν τὰς σχίζας πρὸς τὸν κύριον αὐτου̃
39 καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν πάρεξ Ιωναθαν καὶ Δαυιδ ἔγνωσαν τὸ ῥη̃μα
40 καὶ Ιωναθαν ἔδωκεν τὰ σκεύη αὐτου̃ ἐπὶ τὸ παιδάριον αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὐτου̃ πορεύου εἴσελθε εἰς τὴν πόλιν
41 καὶ ὡς εἰση̃λθεν τὸ παιδάριον καὶ Δαυιδ ἀνέστη ἀπὸ του̃ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ καὶ προσεκύνησεν αὐτω̨̃ τρίς καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτου̃ καὶ ἔκλαυσεν ἕκαστος τω̨̃ πλησίον αὐτου̃ ἕως συντελείας μεγάλης
42 καὶ εἰ̃πεν Ιωναθαν πορεύου εἰς εἰρήνην καὶ ὡς ὀμωμόκαμεν ἡμει̃ς ἀμφότεροι ἐν ὀνόματι κυρίου λέγοντες κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ καὶ ἀνὰ μέσον του̃ σπέρματός μου καὶ ἀνὰ μέσον του̃ σπέρματός σου ἕως αἰω̃νος καὶ ἀνέστη Δαυιδ καὶ ἀπη̃λθεν καὶ Ιωναθαν εἰση̃λθεν εἰς τὴν πόλιν
Свернуть

История, которая описана в этой главе, необычна для патриархального общества. Связи внутрисемейные, внутриклановые в таком обществе всегда сильнее любых других связей. Верность семье — это один из главнейших устоев такого общества. Не стоит думать, что все это в далеком прошлом: до сих пор на территории нашей страны (а подчас и в самых верхних эшелонах власти) царят такие же «понятия».

Дружба между Давидом и Ионафаном оказывается сильнее, чем послушание Ионафана воле отца, чем соблюдение клановых интересов. Хорошо это или плохо? Вроде бы Библия не выставляет оценок, а просто рассказывает историю. В самом деле, все истории, все ситуации уникальны, и вряд ли стоит сравнивать поведение Ионафана с Павликом Морозовым. Но, пожалуй, нелишне отметить для себя, что отношения между Давидом и Ионафаном строятся не только на взаимной приязни, но и на их совместном обращении к Богу, призывом к Нему скрепить их верность друг другу.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).